previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οἱ μὲν γὰρ Ἕλληνες ὅσον ἐβούλοντο τοὺς βαρβάρους ἐνίκων καὶ διώκοντες ἐπὶ πλεῖστον προῆλθον: Κύρῳ δὲ γενναῖον ἵππον, ἄστομον δὲ καὶ ὑβριστὴν ἐλαύνοντι, Πασακᾶν καλούμενον, ὡς Κτησίας φησίν, ἀντεξήλασεν Καδουσίων ἄρχων Ἀρταγέρσης μέγα βοῶν, [2] τὸ κάλλιστον ἐν Πέρσαις ὄνομα Κύρου καταισχύνων, ἀδικώτατε ἀνδρῶν καὶ ἀφρονέστατε, κακοὺς μὲν Ἕλληνας ἔρχῃ κακὴν ὁδὸν ἄγων ἐπὶ τὰ Περσῶν ἀγαθά, δεσπότην δὲ σεαυτοῦ καὶ ἀδελφὸν ἐλπίζων ἀναιρήσειν, ὃς σοῦ μυριάκις μυρίους δούλους ἔχει κρείσσονας. αὐτίκα δὲ πειράσῃ: πρότερον γὰρ ἀπολεῖς ἐνταῦθα τὴν σεαυτοῦ κεφαλὴν θεάσασθαι τὸ βασιλέως πρόσωπον.’ [3] ταῦτα εἰπὼν ἐξηκόντισεν ἐπ᾽ αὐτόν. δὲ θώραξ στερεῶς ἀντέσχε, καὶ οὐκ ἐτρώθη μὲν Κῦρος, ἐκραδάνθη δὲ τῆς πληγῆς ἰσχυρᾶς προσπεσούσης. ἀποστρέψαντος δὲ τὸν ἵππον τοῦ Ἀρταγέρσου βαλὼν Κῦρος ἔτυχε, καὶ διήλασε παρὰ τὴν κλεῖδα διὰ τοῦ τραχήλου τὴν αἰχμήν.

[4] τὸν μὲν οὖν Ἀρταγέρσην ἀποθανεῖν ὑπὸ τοῦ Κύρου σχεδὸν ἅπαντες ὁμολογοῦσι: περὶ δὲ τῆς αὐτοῦ Κύρου τελευτῆς ἐπεὶ Ξενοφῶν ἁπλῶς καὶ συντόμως, ἅτε δὴ μὴ παρὼν αὐτός, εἶπεν, οὐδὲν ἴσως κωλύει τὰ Δείνωνος ἰδίᾳ καὶ πάλιν τὰ Κτησίου διελθεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1926)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: