Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
τραπέζης δὲ τῆς αὐτῆς μηδενὸς μετέχοντος
ἀλλ᾽ ἢ μητρὸς βασιλέως ἢ γαμετῆς γυναικός, καθεζομένων τῆς μὲν ὑπ᾽
αὐτόν, τῆς δὲ μητρὸς ὑπὲρ αὐτόν, Ἀρτοξέρξης καὶ τοὺς ἀδελφοὺς ἐπὶ
τὴν αὐτὴν ἐκάλει τράπεζαν, Ὀστάνην καὶ Ὀξάθρην, νεωτέρους ὄντας, ἐν
δὲ τοῖς μάλιστα κεχαρισμένην ὄψιν παρεῖχε τοῖς Πέρσαις ἡ τῆς γυναικὸς
Στατείρας ἁρμάμαξα γυμνὴ τῶν παραπετασμάτων ἀεὶ προφερομένη καὶ διδοῦσα
ταῖς δημότισιν ἀσπάσασθαί αὐτὴν καὶ προσελθεῖν, ὅθεν ἠγαπᾶτο τοῖς
πολλοῖς ἡ βασίλεια.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.