Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Κύρῳ δὲ προσιόντι φῆμαι καὶ λόγοι
προσέπιπτον, ὡς οὐ μάχεσθαι βασιλέως εὐθὺς ἐγνωκότος οὐδὲ συνδραμεῖν εἰς
χεῖρας αὐτῷ σπεύδοντος, ἀλλ᾽ ἐν Πέρσαις ὑπομένειν ἄχρι ἂν αἱ
δυνάμεις ἐκεῖ πανταχόθεν συνέλθωσι. καὶ γὰρ τάφρον εὖρος ὀργυιῶν δέκα
καὶ βάθος ἴσων ἐπὶ σταδίους διὰ τοῦ πεδίου τετρακοσίους ἐνέβαλε: καὶ
ταύτης τε περιεῖδε τὸν Κῦρον ἐντὸς παρελθόντα καὶ Βαβυλῶνος αὐτῆς οὐ
μακρὰν γενόμενον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.