Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
οὔτε γὰρ χρυσὸς οὔτε κάνδυς
οὔτε ὁ τῶν μυρίων καὶ δισχιλίων ταλάντων περικείμενος ἀεὶ τῷ βασιλέως
σώματι κόσμος ἐκεῖνον ἀπεκώλυε πονεῖν καὶ ταλαιπωρεῖν, ὥσπερ οἱ
τυχόντες, ἀλλὰ τήν τε φαρέτραν ἐνημμένος καὶ τήν πέλτην φέρων αὐτὸς
ἐβάδιζε πρῶτος ὁδοὺς ὀρεινὰς καὶ προσάντεις, ἀπολιπὼν τὸν ἵππον, ὥστε
τοὺς ἄλλους πτεροῦσθαι καὶ συνεπικουφίζεσθαι τήν ἐκείνου προθυμίαν καὶ
ῥώμην ὁρῶντας: καὶ γὰρ διακοσίων καὶ πλειόνων σταδίων κατήνυεν ἡμέρας
ἑκάστης πορείαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.