Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ἀλλὰ ταῦτα μὲν οὐκ ἄδηλον ὡς
ἐπιτραγῳδεῖται τῇ Κλεάρχου μνήμῃ, καὶ γὰρ ἀναιρεθέντων φησὶ τῶν
στρατηγῶν τοὺς μὲν ἄλλους ὑπὸ κυνῶν σπαράττεσθαι [p. 170] καὶ
ὀρνέων, τῷ δὲ Κλεάρχου νεκρῷ θύελλαν ἀνέμου γῆς θῖνα πολλὴν φέρουσαν
ἐπιχῶσαι καὶ ἐπικρύψαι τὸ σῶμα: φοινίκων δέ τινων διασπαρέντων ὀλίγῳ
χρόνῳ θαυμαστὸν ἄλσος ἀναφῦναι καὶ κατασκιάσαι τὸν τόπον, ὥστε καὶ
βασιλεῖ σφόδρα μεταμέλειν, ὡς ἄνδρα θεοῖς φίλον ἀνῃρηκότι τὸν Κλέαρχον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.