Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ὄντων γὰρ δυεῖν ἐν τοῖς Καδουσίοις βασιλέων, ἑκατέρου δὲ
χωρὶς στρατοπεδεύοντος, ἐντυχὼν τῷ Ἀρτοξέρξῃ καὶ φράσας περὶ ὧν
διενοεῖτο πράττειν, ἐβάδιζεν αὐτὸς πρὸς τὸν ἕτερον τῶν Καδουσίων, καὶ
πρὸς τὸν ἕτερον κρύφα τὸν υἱὸν ἔπεμπεν. ἐξηπάτα δὲ ἑκάτερον
ἑκάτερος, λέγων ὡς ἅτερος ἐπιπρεσβεύεται πρὸς τὸν Ἀρτοξέρξην φιλίαν
μόνῳ πράττων ἑαυτῷ καὶ συμμαχίαν: οὐκοῦν, εἰ σωφρονεῖ, χρῆναι πρότερον
ἐντυγχάνειν ἐκείνῳ, αὐτὸν δὲ συμπράξειν ἅπαντα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.