Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
καίτοι τὴν
μὲν Ἄτοσσαν εἶχεν ἔρωτι ποιησάμενος γυναῖκα παρὰ τὸν νόμον, ἑξήκοντα
δὲ καὶ τριακόσιαι παρετρέφοντο κάλλει διαφέρουσαι παλλακίδες, οὐ μὴν ἀλλὰ
καὶ αἰτηθεὶς ἐκείνην ἐλευθέραν ἔφησεν εἶναι καὶ λαμβάνειν ἐκέλευσε
βουλομένην, ἄκουσαν δὲ μὴ βιάζεσθαι. μεταπεμφθείσης δὲ τῆς Ἀσπασίας καὶ
παρ᾽ ἐλπίδας τοῦ βασιλέως ἑλομένης τὸν Δαρεῖον, ἔδωκε μὲν ὑπ᾽ ἀνάλκης
τοῦ νόμου, δοὺς δὲ ὀλίγον ὕστερον ἀφείλετο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.