Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἐπεὶ
δὲ εἰς τὸ πίνειν ἀφίκοντο, λέγει πρὸς αὐτὸν ὁ μέγιστον δυνάμενος τῶν
Παρυσάτιδος εὐνούχων ‘ὡς καλὴν μὲν ἐσθῆτά σοι
ταύτην, ὦ Μιθριδάτα, ὁ βασιλεὺς δέδωκε, καλὰ δὲ στρεπτὰ καὶ ψέλια:
πολλοῦ δὲ ἄξιος ὁ ἀκινάκης. ἦ μακάριόν σε καὶ περίβλεπτον ἅπασι
πεποίηκεν.’ ἤδη δὲ μεθύων ὁ Μιθριδάτης, ‘τί δὲ
ταῦτα ἔστιν,’ εἶπεν, ‘ὦ Σπαραμίζη ; μειζόνων
γὰρ ἐγὼ καὶ καλλιόνων βασιλεῖ τὴν ἡμέραν ἐκείνην ἄξιον ἐμαυτὸν
παρέσχον.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.