Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπεὶ δὲ ἄλλων ἄλλα προσφερόντων καθ᾽ ὁδὸν
αὐτουργὸς ἄνθρωπος οὐδὲν ἐπὶ καιροῦ φθάσας εὑρεῖν τῷ ποταμῷ
προσέδραμε καὶ ταῖν χεροῖν ὑπολαβὼν τοῦ ὕδατος προσήνεγκεν, ἡσθεὶς ὁ
Ἀρτοξέρξης φιάλην ἔπεμψεν αὐτῷ χρυσῆν καὶ χιλίους δαρεικούς.
Εὐκλείδᾳ δὲ τῷ Λάκωνι, πολλὰ παρρησιαζομένῳ πρὸς αὐτὸν αὐθαδῶς,
ἐκέλευσεν εἰπεῖν τὸν χιλίαρχον ὅτι ‘σοὶ μὲν
ἔξεστιν [p. 136] εἰπεῖν ἃ βούλει, ἐμοὶ δὲ καὶ λέγειν καὶ
ποιεῖν.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.