Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
οἰόμενος δὲ καὶ βουλόμενος δοκεῖν καὶ λέγειν πάντας ἀνθρώπους ὡς
αὐτὸς ἀπεκτόνοι Κῦρον, Μιθριδάτῃ τε τῷ βαλόντι πρώτῳ Κῦρον ἐξέπεμψε
δῶρα καὶ λέγειν ἐκέλευσε τοὺς διδόντας ὡς ‘τούτοις σε
τιμᾷ ὁ βασιλεύς ὅτι τὸν ἐφίππειον Κύρου πῖλον εὑρὼν ἀνήνεγκας:’
τοῦ δὲ Καρός, ὑφ᾽ οὗ τὴν ἰγνύαν πληγεὶς ὁ Κῦρος ἔπεσε, καὶ αὐτοῦ
δωρεὰν αἰτοῦντος, ἐκέλευσεν εἰπεῖν τοὺς διδόντας ὅτι ‘σοὶ ταῦτα δίδωσιν βασιλεύς εὐαγγελίων δευτερεῖα
πρῶτος γὰρ Ἀρτασύρας, μετ᾽ ἐκεῖνον δὲ σύ τὴν Κύρου τελευτὴν
ἀπήγγειλας.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.