Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ὁ μὲν οὖν Μιθριδάτης ἀπῆλθε σιωπῇ
λυπούμενος τὸν δὲ ἄθλιον Κᾶρα κοινόν τι πάθος ἐξ ἀβελτερίας κατέσχε.
διαφθαρεὶς γὰρ ὑπὸ τῶν παρόντων, ὡς ἔοικεν, ἀγαθῶν, καὶ ἀναπεισθεὶς
εὐθὺς ἀντιποιεῖσθαι τῶν ὑπὲρ αὐτόν, οὐκ ἠξίου τὰ δοθέντα μισθὸν
εὐαγγελίων ἔχειν, ἀλλ᾽ ἠγανάκτει μαρτυρόμενος καὶ βοῶν ὅτι Κῦρον
οὐδεὶς ἕτερος, ἀλλ᾽ αὐτὸς ἀπεκτόνοι, καὶ τὴν δόξαν ἀδίκως
ἀποστεροῖτο, ταῦτα δὲ ἀκούσας ὁ βασιλεύς σφόδρα παρωξύνθη καὶ τὴν
κεφαλὴν ἐκέλευσεν ἀποτεμεῖν τοῦ ἀνθρώπου, παροῦσα δ᾽ ἡ μήτηρ,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.