Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
μεγαληγορῶν δὲ περὶ
αὑτοῦ πολλά καὶ καρδίαν ἔφη τοῦ ἀδελφοῦ φορεῖν βαρυτέραν καὶ φιλοσοφεῖν μᾶλλον καὶ μαγεύειν βέλτιον, οἶνον δὲ
πλείονα πίνειν καὶ φέρειν ἐκεῖνον δὲ ὑπὸ δειλίας καὶ μαλακίας ἐν μὲν
τοῖς κυνηγεσίοις μηδὲ ἐφ᾽ ἵππου, ἐν δὲ τοῖς κινδύνοις μηδὲ ἐπὶ τοῦ
θρόνου καθῆσθαι. Λακεδαιμόνιοι μὲν οὖν σκυτάλην πρὸς Κλέαρχον ἀπέστειλαν
ὑπηρετεῖν Κύρῳ πάντα κελεύοντες.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.