Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ἐπεὶ δὲ καὶ
ταύτην ἐρασθεὶς ἔγημεν, ὡς εἴρηται, παντάπασι δυσμενῶς πρὸς αὐτὸν ὁ
Τηρίβαζος ἔσχεν, οὐδὲ ἄλλως στάσιμος ὢν τὸ ἦθος, ἀλλ᾽ ἀνώμαλος καὶ
παράφορος. διὸ καὶ νῦν μὲν εὐημερῶν ὅμοια τοῖς πρώτοις, νῦν δὲ
προσκρούων καὶ σκορακιζόμενος οὐδεμίαν ἔφερεν ἐμμελῶς μεταβολήν, ἀλλὰ
καὶ τιμώμενος ἦν ἐπαχθὴς ὑπὸ χαυνότητος, καὶ τὸ κολουόμενον οὐ ταπεινὸν
οὐδὲ ἡσυχαῖον, ἀλλὰ τραχὺ καὶ ἀγέρωχον εἶχε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.