Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ὁ δὲ μυρίους σταδίους ἀπὸ θαλάσσης ἐν ὅπλοις
ἀναβεβηκώς μηδενὸς ἀναγκάζοντος, ἀλλ᾽ ὅπως Κῦρον εἰς τὸν θρόνον καθίσῃ
τὸν βασίλειον, εἶτα περισκοπῶν χώραν καὶ τάξιν, οὐκ ἀφ᾽ ἧς σώσειε τὸν
ἡγεμόνα καὶ μισθοδότην, ἀλλ᾽ ἐν τίνι θέμενος ἑαυτὸν ἀσφαλῶς μαχεῖται
καθ᾽ ἡσυχίαν, ὅμοιος ἦν ὑπὸ δέους τῶν παρόντων ἐκβεβληκότι τοὺς περὶ
τῶν ὅλων λογισμοὺς καὶ προιεμένῳ τὴν τῆς στρατείας ὑπόθεσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.