Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
γίνεται δὲ μικρὸν ἐν Πέρσαις ὀρνίθιον, ᾧ
περιττώματος οὐδέν ἐστιν, ἀλλ᾽ ὅλον διάπλεων πιμελῆς τὰ ἐντός: καὶ
νομίζουσιν ἀνέμῳ καὶ δρόσῳ τρέφεσθαι τὸ ζῷον ὀνομάζεται δὲ ῥυντάκης.
τοῦτό φησιν ὁ Κτησίας μικρᾷ μαχαιρίδι κεχρισμένῃ τῷ φαρμάκῳ κατὰ
θάτερα τὴν Παρύσατιν διαιροῦσαν ἐκμάξαι τῷ ἑτέρῳ μέρει τὸ φάρμακον:
καὶ τὸ μὲν ἄχραντον καὶ καθαρὸν εἰς τὸ στόμα βαλοῦσαν [p. 172]
αὐτὴν ἐσθίειν, δοῦναι δὲ τῇ Στατείρᾳ πεφαρμαγμένον ὁ δὲ Δείνων οὐ
τὴν Παρύσατιν,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.