Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἀπεγνωκότα
μὲν ἤδη τὰ πράγματα, κακῶς δὲ καὶ τὸ σῶμα διακείμενον ὑπό τε δίψης καὶ
τοῦ τραύματος, χαίρων φράζει ὡς αὐτὸς ἴδοι τεθνηκότα Κῦρον. ὁ δὲ
πρῶτον μὲν εὐθὺς ὥρμησεν αὐτὸς ἰέναι, καὶ τὸν Ἀρτασύραν ἄγειν
ἐκέλευσεν ἐπὶ τὸν τόπον: ἐπεὶ δὲ πολὺς ἦν λόγος τῶν Ἑλλήνων καὶ
φόβος ὡς διωκόντων καὶ πάντα νικώντων καὶ κρατούντων, ἔδοξε πλείονας
πέμψαι τοὺς κατοψομένους: καὶ τριάκοντα λαμπάδας ἔχοντες ἐπέμφθησαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.