Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἦν δέ, ὡς
ἔοικεν, ἐπιτήδειος οὗτος ἐντρυφηθῆναι καὶ τοιοῦτον λαβεῖν στέφανον,
ἐξορχησάμενος ἐν Πέρσαις τὸν Λεωνίδαν καὶ τὸν Καλλικρατίδαν. ὁ μὲν γὰρ
Ἀγησίλαος, ὡς ἔοικε, πρὸς τὸν εἰπόντα, ‘φεῦ τῆς
Ἑλλάδος, ὅπου μηδίζουσιν ἡμῖν οἱ Λάκωνες,’
‘οὐ μᾶλλον,’ εἶπεν, ‘οἱ Μῆδοι
λακωνίζουσι ;’ τοῦ δὲ ῥήματος ἡ κομψότης τὴν τοῦ πράγματος αἰσχύνην
οὐκ ἀφεῖλεν, ἀλλὰ τὴν μὲν ἡγεμονίαν ἀπώλεσαν ἐν Λεύκτροις
ἀγωνισάμενοι κακῶς, ἡ δὲ δόξα τῆς Σπάρτης προαπώλετο ταῖς ὁμολογίαις
ἐκείναις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.