Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
πεμπομένου δὲ
καθ᾽ ἡμέραν τῷ Κλεάρχῳ κωλῆνος ἐπὶ τοῖς σιτίοις, παρακαλεῖν αὐτὸν καὶ
διδάσκειν ὡς χρὴ μικρὸν εἰς τὸ κρέας ἐμβαλόντα μαχαίριον ἀποκρύψαντα
πέμψαι καὶ μὴ περιιδεῖν ἐν τῇ βασιλέως ὠμότητι τὸ τέλος αὐτοῦ
γενόμενον: αὐτὸς δὲ φοβούμενος μὴ ἐθελῆσαι, βασιλέα δὲ τῇ μὲν μητρὶ
παραιτουμένῃ μὴ κτεῖναι τὸν Κλέαρχον ὁμολογῆσαι καὶ ὀμόσαι: πεισθέντα
δὲ αὖθις ὑπὸ τῆς Στατείρας ἀποκτεῖναι πάντας πλὴν Μένωνος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.