Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐκ τούτου τῇ μὲν Παρυσάτιδι φράζει τὸν
λόγον ὁ εὐνοῦχος, ἐκείνη δὲ βασιλεῖ βασιλεὺς δὲ ἠγανάκτησεν ὥσπερ
ἐξελεγχόμενος καὶ τὸ κάλλιστον καὶ ἥδιστον ἀπολλύων τῆς νίκης, ἐβούλετο
γὰρ βαρβάρους ἅπαντας πεπεῖσθαι καὶ Ἕλληνας ὡς ἐν ταῖς ἐξελάσεσι καὶ
συμπλοκαῖς δοὺς καὶ λαβὼν πληγήν ἐτρώθη μὲν αὐτός, ἔκτεινε δὲ ἐκεῖνον,
ἐκέλευσεν οὖν τὸν Μιθριδάτην ἀποθανεῖν σκαφευθέντα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.