Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔνιοι δέ φασιν οὐκ ἀρκούμενον οἷς
ἐλάμβανεν εἰς τὸ καθ᾽ ἡμέραν δεῖπνον ἀποστῆναι βασιλέως, εὐήθη λέγοντες,
εἰ γὰρ ἄλλο μηδέν, ἀλλὰ ἡ μήτηρ ὑπῆρχε, χρῆσθαι καὶ λαμβάνειν ὅσα
βούλοιτο τῶν αὑτῆς παρέχουσα καὶ διδοῦσα, μαρτυρεῖ δὲ τῷ πλούτῳ καὶ τὸ
μισθοφορικόν πολλαχόθι διὰ τῶν φίλων καὶ ξένων αὐτῷ παρατρεφόμενον, ὡς Ξενοφῶν εἴρηκεν. ἀθρόους μὲν γὰρ οὐ
συνήγαγεν, ἔτι τὴν παρασκευὴν [p. 134] ἐπικρυπτόμενος, ἀλλαχόθι δὲ
ἄλλους ἐπὶ πολλαῖς προφάσεσι ξενολογοῦντας εἶχε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.