Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἐπεὶ δὲ Κύρου δειπνοῦντος εἰσήχθη μεθ᾽
ἑτέρων γυναικῶν, αἱ μὲν ἄλλαι παρακαθεζόμεναι προσπαίζοντος αὐτοῦ καὶ:
ἁπτομένου καὶ σκώπτοντος οὐκ ἀηδῶς ἐνεδέχοντο τὰς φιλοφροσύνας, ἐκείνη
δὲ παρὰ τὴν κλίνην εἱστήκει σιωπῇ καὶ Κύρου καλοῦντος οὐχ ὑπήκουε
βουλομένων δὲ προσάγειν τῶν κατευναστῶν, ‘οἰμώξεται
μέντοι τούτων,’
εἶπεν, ‘ὃς ἂν ἐμοὶ
προσαγάγῃ τὰς χεῖρας’ ἔδοξεν οὖν ἄχαρις τοῖς παροῦσιν εἶναι καὶ
ἄγροικος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.