Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
καὶ πρὶν ἐν ὑποψίᾳ,
γενέσθαι βασιλέα τοῦ πράγματος ἐγχειρίσασα τοῖς ἐπὶ τῶν τιμωριῶν
προσέταξεν ἐκδεῖραι ζῶντα, καὶ τὸ μὲν σῶμα πλάγιον διὰ τριῶν σταυρῶν
ἀναπῆξαι, τὸ δὲ δέρμα χωρὶς διαπατταλεῦσαι. γενομένων δὲ τούτων καὶ
βασιλέως χαλεπῶς φέροντος καὶ παροξυνομένου πρὸς αὐτήν, εἰρωνευομένη μετὰ
γέλωτος, ‘ὡς ἡδύς,’ ἔφασκεν, ‘εἶ καὶ μακάριος, εἰ χαλεπαίνεις διὰ γέροντα πονηρὸν εὐνοῦχον, ἐγὼ
δὲ χιλίους ἐκκυβευθεῖσα δαρεικοὺς σιωπῶ καὶ στέργω.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.