Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
τὸ δὲ σκαφευθῆναι τοιοῦτόν ἐστι: σκάφας δύο
πεποιημένας ἐφαρμόζειν ἀλλήλαις λαβόντες, εἰς τὴν ἑτέραν κατακλίνουσι τὸν
κολαζόμενον ὕπτιον: εἶτα τὴν ἑτέραν ἐπάγοντες καὶ συναρμόζοντες, ὥστε
τὴν κεφαλὴν καὶ τὰς χεῖρας ἔξω καὶ τοὺς πόδας ἀπολαμβάνεσθαι, τὸ δὲ
ἄλλο σῶμα πᾶν ἀποκεκρύφθαι, διδόασιν ἐσθίειν τῷ ἀνθρώπῳ, κἂν μὴ
θέλῃ, προσβιάζονται κεντοῦντες τὰ ὄμματα: φαγόντι δὲ πιεῖν μέλι καὶ γάλα
συγκεκραμένον ἐγχέουσιν εἰς τὸ στόμα καὶ κατὰ τοῦ προσώπου καταχέουσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.