Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
οὐδὲν γὰρ
ἐδώδιμον ἦν λαμβάνειν οὐδὲ ἔξωθεν ἐπεισάγεσθαι, τὰ δὲ ὑποζύγια μόνον
κατέκοπτον, ὥστε ὄνου κεφαλὴν μόλις δραχμῶν ἑξήκοντα ὤνιον εἶναι. τὸ
δὲ βασιλικὸν δεῖπνον ἐξελείφθη: καὶ τῶν ἵππων ὀλίγοι περιῆσαν ἔτι,
τοὺς δὲ ἄλλους ἐσθίοντες κατανηλώκεσαν.
ἐνταῦθα Τηρίβαζος, ἀνὴρ πολλάκις μὲν ἐν πρώτῃ δι᾽ ἀνδραγαθίαν τάξει
γενόμενος, πολλάκις δὲ ἀπορριφεὶς διὰ κουφότητα καὶ τότε ταπεινὰ πράττων
καὶ περιορώμενος, ἔσωσε βασιλέα καὶ τὸν στρατόν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.