previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πῦρ οὖν ἐπὶ πῦρ ἐγένετο τῷ νεανίσκῳ προσκείμενος Τηρίβαζος ἀεὶ καὶ λέγων ὡς οὐδὲν ὀνίνησιν κίταρις ἑστῶσα περὶ τῇ κεφαλῇ τοὺς ὑφ᾽ αὑτῶν μὴ ζητοῦντας ὀρθοῦσθαι τοῖς πράγμασι, κἀκεῖνον ἀβέλτερα φρονεῖν, εἰ, τοῦ μὲν ἀδελφοῦ διὰ τῆς γυναικωνίτιδος ἐνδυομένου τοῖς πράγμασι, τοῦ δὲ πατρὸς οὕτως ἔμπληκτον ἦθος καὶ ἀβέβαιον ἔχοντος, οἴεται βέβαιον αὐτῷ τὴν διαδοχὴν ὑπάρχειν. [2] γὰρ Ἑλληνικοῦ χάριν γυναίου τὸν ἄψευστον ἐν Πέρσαις ψευσάμενος νόμον οὐ δή που πιστός ἐστι τὰς περὶ τῶν μεγίστων ὁμολογίας ἐμπεδώσειν. οὐ ταὐτὸ δ᾽ εἶναι τὸ μὴ τυχεῖν Ὤχῳ κἀκείνῳ τὸ στέρεσθαι τῆς βασιλείας: Ὦχον μὲν γὰρ οὐδένα κωλύσειν ἰδιώτην βιοῦν μακαρίως, ἐκείνῳ δ᾽ ἀποδεδειγμένῳ βασιλεῖ βασιλεύειν ἀνάγκην μηδὲ ζῆν εἶναι. [p. 196]

[3] καθόλου μὲν οὖν ἴσως, τὸ Σοφόκλειον,

ταχεῖα πειθὼ τῶν κακῶν ὁδοιπορεῖ:
λεία γάρ τις πορεία καὶ κατάντης ἐπὶ τὸ βουλόμενον. βούλονται δὲ οἱ πλεῖστοι τὰ φαῦλα δι᾽ ἀπειρίαν τῶν καλῶν καὶ ἄγνοιαν: οὐ μὴν ἀλλὰ τὸ μέγεθος τὸ τῆς ἀρχῆς καὶ τὸ πρὸς τὸν Ὦχον τοῦ Δαρείου δέος ὑπόθεσιν τῷ Τηριβάζῳ παρεῖχε: Κυπρογένεια δ᾽ οὐ πάμπαν ἀναίτιος, τῆς Ἀσπασίας ἀφαίρεσις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1926)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: