previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

φησὶν οὖν μὲν Δείνων ὅτι τοῦ Ἀρταγέρσου πεσόντος εἰσελάσας βιαίως Κῦρος εἰς τοὺς προτεταγμένους τοῦ βασιλέως κατέτρωσεν αὐτοῦ τὸν ἵππον, δὲ ἀπερρύη Τηριβάζου δὲ [p. 148] ἀναβαλόντος αὐτὸν ἐπ᾽ ἄλλον ἵππον ταχὺ καὶ εἰπόντος, ‘ βασιλεῦ, μέμνησο τῆς ἡμέρας ταύτης: οὐ γὰρ ἀξία λήθης ἐστί,’ πάλιν Κῦρος ἐνσείσας τῷ ἵππῳ κατέβαλε τὸν Ἀρτοξέρξην. [2] πρὸς δὲ τὴν τρίτην ἐπέλασιν δυσανασχετήσας βασιλεὺς, καὶ εἰπὼν πρὸς τοὺς παρόντας ὡς βέλτιόν ἐστι μὴ ζῆν, ἀντεξήλαυνε τῷ Κύρῳ προπετῶς καὶ ἀπερισκέπτως εἰς ἐναντία βέλη φερομένῳ. καὶ βάλλει μὲν αὐτὸς ἀκοντίῳ, βάλλουσι δὲ οἱ. [3] περὶ αὐτόν, πίπτει δὲ Κῦρος, ὡς μὲν ἔνιοι λέγουσι, πληγεὶς ὑπὸ τοῦ βασιλέως, ὡς δὲ ἕτεροί τινες, Καρὸς ἀνθρώπου πατάξαντος, γέρας ἔδωκε τῆς πράξεως ταύτης βασιλεὺς ἀλεκτρυόνα χρυσοῦν ἐπὶ δόρατος ἀεὶ πρὸ τῆς τάξεως ἐν ταῖς στρατείαις κομίζειν: καὶ γὰρ αὐτοὺς τοὺς Κᾶρας ἀλεκτρυόνας οἱ Πέρσαι διὰ τοὺς λόφους, οἷς κοσμοῦσι τὰ κράνη, προσηγόρευον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: