previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπέδωκεν οὖν ἑαυτὸν τῷ Τηριβάζῳ: καὶ πολλῶν ἤδη συνισταμένων, εὐνοῦχος ἐδήλωσε τῷ βασιλεῖ τὴν ἐπιβουλὴν καὶ τὸν τρόπον, εἰδὼς ἀκριβῶς ὅτι νυκτὸς ἐγνώκασιν ἐν τῷ θαλάμῳ κατακείμενον ἀναιρεῖν αὐτὸν ἐπεισελθόντες. ἀκούσαντι δὲ τῷ Ἀρτοξέρξῃ καὶ τὸ παριδεῖν κίνδυνον τηλικοῦτον, ἀμελήσαντα τῆς διαβολῆς, δεινὸν ἐδόκει, καὶ τὸ πιστεῦσαι μηδενὸς ἐλέγχου γενομένου δεινότερον. οὕτως οὖν ἐποίει: [2] τὸν μὲν εὐνοῦχον ἐκείνοις ἐκέλευσε παρεῖναι καὶ παρακολουθεῖν,. αὐτὸς δὲ τοῦ θαλάμου τὸν ὄπισθεν τῆς κλίνης τοῖχον ἐκκόψας καὶ θυρώσας κατεκάλυψεν αὐλαίᾳ τὰς θύρας, ἐνστάσης δὲ τῆς ὥρας καὶ φράσαντος τοῦ εὐνούχου τὸν καιρόν, ἐπὶ τῆς κλίνης ὑπέμεινε καὶ οὐκ ἐξανέστη πρότερον τῶν ἐπ᾽ αὐτὸν ἐρχομένων τὰ πρόσωπα κατιδεῖν καὶ γνωρίσαι σαφῶς ἕκαστον. [3] ὡς δὲ εἶδεν ἐσπασμένους τὰ ἐγχειρίδια καὶ προσφερομένους, ταχὺ τὴν αὐλαίαν ὑπολαβὼν ἀνεχώρησεν [p. 198] εἰς τὸ ἐντὸς οἴκημα καὶ τὰς θύρας ἐπήρραξε κράζων. ὀφθέντες οὖν οἱ σφαγεῖς ὑπ᾽ αὐτοῦ, πράξαντες δὲ μηθέν, ἀπεχώρουν φυγῇ διὰ θυρῶν, καὶ τοὺς περὶ τὸν Τηρίβαζον ἐκέλευον ἀποχωρεῖν ὡς φανεροὺς γεγονότας. [4] οἱ μὲν οὖν ἄλλοι διαλυθέντες ἔφυγον δὲ Τηρίβαζος συλλαμβανόμενος πολλοὺς ἀπέκτεινε τῶν βασιλέως δορυφόρων καὶ μόγις ἀκοντίῳ πληγεὶς πόρρωθεν ἔπεσε, τῷ δὲ Δαρείῳ μετὰ τῶν τέκνων ἀναχθέντι καθίσας τοὺς βασιλείους δικαστάς, οὐ παρὼν αὐτός, ἀλλ᾽ ἑτέρων κατηγορησάντων, ἐκέλευσεν ὑπηρέτας τὴν ἑκάστου γραψαμένους ἀπόφασιν ὡς αὐτὸν ἐπανενεγκεῖν. [5] ἀποφηναμένων δὲ πάντων ὁμοίως καὶ καταγνόντων τοῦ Δαρείου θάνατον, οἱ μὲν ὑπηρέται συλλαβόντες αὐτὸν εἰς οἴκημα πλησίον ἀπήγαγον, δὲ δήμιος κληθεὶς ἧκε μὲν ξυρὸν ἔχων, τὰς κεφαλὰς ἀποτέμνουσι τῶν κολαζομένων, ἰδὼν δὲ τὸν Δαρεῖον ἐξεπλάγη καὶ ἀνεχώρει πρὸς τὰς θύρας ἀποβλέπων, ὡς; οὐ δυνησόμενος οὐδὲ τολμήσων αὐτόχειρ γενέσθαι βασιλέως, [6] ἔξωθεν δὲ τῶν δικαστῶν ἀπειλούντων καὶ διακελευομένων ἀναστρέψας καὶ τῇ ἑτέρᾳ χειρὶ δραξάμενος τῆς κόμης αὐτοῦ καὶ καταγαγών ἀπέτεμε τῷ ξυρῷ τὸν τράχηλον.

ἔνιοι δέ φασι τὴν κρίσιν γενέσθαι βασιλέως αὐτοῦ παρόντος, τὸν δὲ Δαρεῖον, ὡς κατελαμβάνετο τοῖς ἐλέγχοις, ἐπὶ στόμα πεσόντα δεῖσθαι [7] καὶ ἱκετεύειν τὸν δὲ ὑπ᾽ ὀργῆς ἀναστάντα καὶ σπασάμενον τὸν ἀκινάκην τύπτειν ἕως ἀπέκτεινεν [p. 200] εἶτα εἰς τὴν αὐλὴν προελθόντα τὸν Ἥλιον προσκυνῆσαι καὶ εἰπεῖνεὐφραίνεσθε ἀπιόντες, Πέρσαι, καὶ λέγετε τοῖς ἄλλοις ὅτι τοῖς ἄθεσμα καὶ παράνομα διανοηθεῖσιν μέγας Ὠρομάζης δίκην ἐπιτέθεικεν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1926)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: