previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπεὶ δὲ τοὺς Κύρῳ συναναβάντας Ἕλληνας σπουδάσας λαβεῖν βασιλεὺς οὐδὲν ἧττον Κύρου περιγενέσθαι καί τὴν βασιλείαν: κατασχεῖν οὐκ ἔλαβεν, ἀλλὰ Κῦρον τὸν ἡγεμόνα καί τοὺς αὑτῶν στρατηγοὺς ἀποβαλόντες ἐξ αὑτῶν μονονουχὶ τῶν βασιλείων ἐσώθησαν, ἐξελέγξαντες [p. 174] καί ἀποφήναντες τὰ Περσῶν καί βασιλέως πράγματα χρυσὸν ὄντα πολὺν καί τρυφὴν καί γυναῖκας, τὰ δὲ ἄλλα τῦφον καί ἀλαζονείαν, [2] πᾶσα μὲν Ἑλλὰς ἐξεθάρρησε καί κατεφρόνησε τῶν βαρβάρων, Λακεδαιμονίοις δὲ καί δεινὸν ἐφαίνετο μὴ νῦν γε δουλείας ἐξελέσθαι τοὺς τὴν Ἀσίαν κατοικοῦντας Ἕλληνας μηδὲ παῦσαι προπηλακιζομένους ὑπ᾽ αὑτῶν, πρότερον δὲ διὰ Θίμβρωνος, εἶτα διὰ Δερκυλλίδου πολεμοῦντες, οὐδὲν δὲ πράττοντες ἀξιόλογον, Ἀγησιλάῳ τῷ βασιλεῖ τὸν πόλεμον ἐπέτρεψαν, [3] δὲ περαιωθεὶς ναυσὶν εἰς Ἀσίαν εὐθὺς ἦν ἐνεργὸς καί δόξαν εἶχε μεγάλην καί Τισσαφέρνην παραταξάμενος ἐνίκησε καί τὰς πόλεις ἀφίστη. τούτων δὲ γενομένων συμφρονήσας Ἀρτοξέρξης ὃν τρόπον αὐτοῖς ἐστι πολεμητέον, ἔπεμψε Τιμοκράτην τὸν Ῥόδιον εἰς τὴν Ἑλλάδα χρυσίον πολὺ κομίζοντα, διδόναι καί διαφθείρειν τοὺς πλεῖστον ἐν ταῖς πόλεσι δυναμένους κελεύσας, καί πόλεμον Ἑλληνικὸν κινεῖν ἐπὶ τὴν Λακεδαίμονα. [4] τοῦ δὲ Τιμοκράτους ταῦτα πράττοντος καί τῶν μεγίστων πόλεων συνισταμένων καί τῆς Πελοποννήσου διαταραττομένης, μετεπέμποντο τὸν Ἀγησίλαον ἐκ τῆς Ἀσίας οἱ ἄρχοντες, ὅτε δὴ καί φασιν αὐτὸν ἀπιόντα πρὸς τοὺς φίλους εἰπεῖν ὡς τρισμυρίοις τοξόταις ἐξελαύνοιτο τῆς Ἀσίας ὑπὸ βασιλέως: τὸ γὰρ Περσικὸν νόμισμα τοξότην ἐπίσημον εἶχεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1926)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: