previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐδὲν δεῖ γνῶναι παρακαταθέμενον, αὐτοὶ γὰρ λαμβάνουσιν τι ἂν δυνηθῶσιν: οἳ τῷ μὲν ἀποστερεῖν κοινωνεῖν ὄνομα τέθεινται, τῷ δὲ φθονεῖν φιλοσοφεῖν, τῷ δ᾽ [p. 400]ἀπορεῖν ὑπερορᾶν χρημάτων. ἐπαγγελλόμενοι δὲ φιλανθρωπίαν ὤνησαν μὲν οὐδένα πώποτε, ἐπηρεάζουσι δὲ τοῖς χρωμένοις. καὶ τοὺς μὲν ἄλλους οὐδ᾽ ἀπαντῶντας ὁρῶσι, τῶν δὲ πλουσίων ἕνεκα εἰς τὴν ὑπερορίαν ἀπαίρουσιν, ὥσπερ οἱ Φρύγες τῶν ἐλαῶν ἕνεκα τῆς συλλογῆς, καὶ προσιόντων εὐθὺς ὤσφροντο καὶ παραλαβόντες ἄγουσι, καὶ τὴν ἀρετὴν παραδώσειν ὑπισχνοῦνται. καὶ τοὺς μὲν ἄλλους οὐδὲ προσειπόντας ἀντιπροσείποιεν ἂν εὐμενῶς, τοὺς δὲ τῶν πλουσίων ὀψοποιοὺς καὶ σιτοποιοὺς καὶ τοὺς ἐν ταῖς ἄλλαις τάξεσι πόρρωθεν εὐθὺς ἀσπάζονται, πρὶν εὖ καὶ καλῶς ὀφθῆναι, ὥσπερ τούτου χάριν ἐξ εὐνῆς ἀναστάντες: κἀν τοῖς προθύροις καλινδοῦνται, πλείω τοῖς θυρωροῖς συνόντες τοῖς δεσπόταις αὐτῶν, ἀναιδείᾳ τὴν κολακείαν [p. 401] ἐπανορθούμενοι, ἐν τοῦτο σύμβολον κεκτημένοι τοῦ μὴ πρὸς χάριν τοῖς ἀνθρώποις ὁμιλεῖν, ὅτι πάντ᾽ ἀποκναίουσιν ἀηδίᾳ λιπαροῦντες, ὁρώμενοι πρῶτον ῥᾷον αἰτοῦντες τὰ μὴ προσήκοντα ἕτεροι τὰ γιγνόμεν᾽ αὑτοῖς ἀπαιτοῦντες. οὗτοι γάρ εἰσιν οἱ τὴν μὲν ἀναισχυντίαν ἐλευθερίαν νομίζοντες, τὸ δ᾽ ἀπεχθάνεσθαι παρρησιάζεσθαι, τὸ δὲ λαμβάνειν φιλανθρωπεύεσθαι. εἰς τοῦθ᾽ ἥκουσι τῆς σοφίας ὥστ᾽ ἀργύριον μὲν οὐ πράττονται, ἀργυρίου δ᾽ ἀξίως λαμβάνειν ἐπίστανται: κἂν μέν γε τύχῃ τις ἔλαττον πέμψας, ἐνέμειναν τῷ δόγματι, ἂν δὲ ἁδρότερον τὸ [p. 402]σακκίον αὐτοῖς φανῇ, Γοργόνα Περσεὺς ἐχειρώσατο. καὶ πρόφασις πάνσοφος: τὰ γὰρ παιδία καὶ γυνή. δυστυχέστατε τῆς οἰκίας. εἶτα καπηλεύεις τούτων ἕνεκα; τί οὖν οὐ καὶ τῇ γυναικὶ συγχωρεῖς λαμβάνειν ὅθεν ἂν δύνηται ῥᾷόν γε θρέψεσθαι; καινότατον δέ μοι δοκοῦσι τρόπον


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: