previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

συνεθίζοντος τὴν φωνὴν εἶναι φῶμεν καὶ τὴν ἀνδρείαν αὐτόθεν δεικνύντος; ἐγὼ μὲν οὕτω μᾶλλον ἡγοῦμαι. εἰ μὲν γὰρ τὸν πόλεμον κεκινηκέναι, πραγμάτων αἴτιον αὐτὸν γεγενῆσθαι, τι τῶν τοιούτων ᾐτιᾶτο, ἀληθῆ μὲν οὐδ᾽ οὕτωςὕστερον γοῦν ἅπαντες συνεχώρησαν μὴ ἐκεῖθεν λελύσθαι τὰς σπονδὰςεἰρημένα δ᾽ ἂν καὶ ὑπ᾽ ἄλλων ἐδόκει λέγειν. νῦν δὲ πῶς ἔνεστι κατηγορεῖν δειλίαν, οὗ τἀναντία ἤδη τινὲς ᾐτιάσαντο; γοῦν τῆς Ἀριστοφάνους κωμῳδίας παρεθέμεθα ἀρτίως ἐκείνως ἔχοντα, λέγω τὸ,
ἤστραπτεν, ἐβρόντα, συνεκύκα τὴν Ἑλλάδα,
ἐτίθει νόμους ὥσπερ σκόλια γεγραμμένους, [p. 185]
ὡς χρὴ Μεγαρέας:
ταῦτα οὐ δειλίαν αἰτιώμενά ἐστιν ἐκείνου, ἀλλ᾽ ἴσμεν γε αἰτιᾶται, ὧν ὄντων μὲν ἀληθῶν τά γ᾽ ἐναντία ψευδῆ: εἰ δὲ μηδὲ ἐκείνων προσήκει τῷ Περικλεῖ μηδὲν τῶν ἐγκλημάτων, ἀλλὰ καὶ δίκαια καὶ ἀναγκαῖα ἐβουλεύσατο ὑπὲρ τῶν πραγμάτων, πῶς οὐχ ἅμα τε αἰτίας ἀφεῖσθαι καὶ πάσης εὐφημίας δίκαιος τυγχάνειν ἐστίν; ἆρ᾽ οὖν πρὸς μὲν Λακεδαιμονίους μόνους οὕτως εἶχε τὴν γνώμην ὡς ἄν τις ἰδίᾳ φιλονεικῶν, πρὸς δὲ τοὺς ἄλλους ὑφειμένως; ὅστις ἠξίου μὲν αὐτοῖς ὁρμητήριον ἀποχρῶν εἶναι τὸν Πειραιᾶ, θαυμάζειν δὲ οὐκ εἴα οὔτε βασιλέα οὔτ᾽ ἄλλον τῶν πάντων οὐδένα, ἀπέφαινε δὲ τὴν ἰσχὺν αὐτοῖς ἐξ ἡμισείας οὖσαν πρὸς τοὺς ἄλλους ἅπαντας ἀνθρώπους, ὡς τοὺς μὲν ἄλλους ἄλλοθι κρατεῖν, τῆς δὲ θαλάττης αὐτοὺς πανταχοῦ. καίτοι ταῦτα πότερον ἀργίαν καὶ δειλίαν καὶ ἀνανδρείαν καὶ ταπεινότητα καὶ νωθείαν εἰσάγοντος εἰς τὴν πόλιν καὶ τὰς ψυχὰς αὐτῶν ἦν, δέδοικα μή τι καὶ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: