previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μεμφοίμεθα, ὅτι αὐτὴν ἔχει θάλαττα κύκλῳ μικροῦ πᾶσαν. τί οὖν εἰ τοῖς κρείττοσιν οὕτως ἔδοξεν; ἀλλ᾽ ὅμως ἐῶ ταῦτα Πλάτωνος χάριν. ἔστω τὸ γειτόνημα ἁλμυρὸν, ὥς φησιν. εἰ μὲν τοίνυν Θεμιστοκλῆς νίκην ἀντὶ νίκης ἠλλάττετο, ἠδίκει τοὺς ναυπηγοὺς ἀντὶ τῶν δορυξόων κοσμῶν; καίτοι καὶ τὸ τῆς ναυμαχίας ἔργον εἰς τοὺς ὁπλίτας δή που τοὺς ἐπὶ τῶν καταστρωμάτων ἀφίκετο: ὧν τοὺς πλείους εἶναι χρὴ δοκεῖν τῶν Μαραθῶνι κινδυνευσάντων. εἰ δὲ διπλοῦν ἀνθ᾽ ἁπλοῦ τότε κίνδυνον μετέλαβον, τὸν μὲν πρὸς τοὺς πολεμίους, τὸν δὲ κατ᾽ αὐτὴν τὴν θάλατταν, οὐδὲν οἶμαι ταύτῃ φαυλότεροι. ἀλλ᾽ ἔγωγε καὶ ταύτας ἀφαιρῶ τὰς προσθήκας. ἔστω πᾶν ἁμάρτημα, εἴ τις ἄλλος πόρος ἦν τοῖς πράγμασι σωτηρίας. εἰ δ᾽ ἅπασα μὲν γῆ κατείληπτο, ἐπέρρει δὲ ὥσπερ θαλάττης ἐπίκλυσις στρατιὰ, πάντα δὲ ἄρδην ἀνηρπάζετο, ἀναβλέπειν δὲ οὐκ ἦν, ἀλλ᾽ οἱ μὲν ἑκόντες προσετίθεντο, οἱ δὲ ἄκοντες ἤγοντο, οἱ δ᾽ ἔφευγον εἰς τὸ εἴσω τῆς Ἑλλάδος ἀεὶ, μόνοι δ᾽ ἔξω κατελείποντο Ἀθηναῖοι, πρὸς δὲ τούτοις ἐκάλουν μὲν κἀνταῦθα τῶν πραγμάτων ὄντων τοὺς ἐν τῇ συμμαχίᾳ, καὶ προκινδυνεῦσαι τῶν ὑπολοίπων ἐκέλευον μεθ᾽ ἑαυτῶν ἀπαντήσαντας εἰς τὴν Βοιωτίαν, ὑπήκουε δὲ οὐδεὶς, ἀλλ᾽ ἐν τοῖς στενοῖς οὐ τῆς Πελοποννήσου μόνον, ἀλλὰ καὶ τῶν ἐλπίδων ἐκάθηντο, ἀπέκειτο δὲ μήτε γῆς μήτε θαλάττης εἶναι μηδαμοῦ, τί ταῦτα τοὺς Ἀχαιοὺς ἀπὸ τοῦ πύργου κρίνομεν; τί τὰ μηδαμῆ συμβαίνοντα κατηγοροῦμεν; ἐγὼ μὲν οὐ τοσαύτην αἰσχύνην ἔχειν [p. 273]ἡγοῦμαι τὴν ἐν Σαλαμῖνι ναυμαχίαν, ὥσθ᾽ αἱρετώτερον εἶναι πρὸ αὐτῆς ἀπολωλέναι, ἀλλὰ μᾶλλον τοῦ βίου καὶ τῆς σωτηρίας τῆς εἰς ἐκεῖνον τὸν χρόνον τοῦτο φήσαιμ᾽ ἂν ὡσπερεὶ κέρδος τοῖς τότε συμβῆναι, τὸ κατεργάσασθαι πρᾶγμα τοσοῦτον καὶ στῆσαι τρόπαιον κοινὸν ἁπάντων ἀνθρώπων ὡς εἰπεῖν καὶ κατὰ παντὸς τοῦ χρόνου. δοκοῦσι γὰρ ἔμοιγε οὐ μόνον τοὺς ἀνταγωνιστὰς νικῆσαι τῇ τόθ᾽ ἡμέρᾳ, οὐδὲ τοὺς παρόντας τῶν Ἑλλήνων, ἀλλὰ καὶ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: