previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

γράφοιεν ἐφ᾽ αὑτῶν. ἀλλ᾽ οὐ ταῦτά γ᾽ ἐστὶν ὧν προϋπέδειξεν αὐτοῖς διδάσκαλος οὐδ᾽ ὧν ἐπαιδεύοντο, ἀλλ᾽ ἐκεῖνος μὲν ὅπως ὀρθῶς γράφωσιν εἰσηγεῖτο, καὶ γε σώζουσι, τῶν ἐκείνου μαθημάτων σώζουσι, ταῦτα δὲ αὐτῶν ἐστιν ἁμαρτήματα, εἴτ᾽ ἐνδείᾳ μαθήσεως εἴτε ῥᾳθυμίᾳ εἴθ᾽ ὅπως δή ποτε ἐπακολουθήσαντα, πλὴν οὐ δι᾽ ἐκεῖνόν γε οὐδὲ τὴν παρ᾽ ἐκείνου συντέλειαν, οὐ μᾶλλόν γ᾽ καὶ οἱ τῶν τροφῶν ἀποροῦντες διὰ τοὺς πορίσαντας καὶ διδόντας αὐτοῖς ἀποροῦσιν. ἀλλ᾽ οἶμαι τῆς ἐνδείας ἐστὶν ἅπαντα ταῦτα, οὐχ ὧν τις μετέσχεν οὐδ᾽ ὧν ὅσον οἷόν τ᾽ ἦν ἐκαρπώσατο. εἰ μὲν οὖν τι χεῖρον Ἀθηναίους ἐκεῖνοι προὐδίδαξαν, λεγέσθω τοῦτο κατ᾽ αὐτῶν, οὐδεὶς λόγος αὐτοὺς παραιτήσεται τὸ μὴ οὐ φαύλους εἶναι: εἰ δὲ μὴ [p. 298] πάντας ἐπαίδευσαν μηδ᾽ ὡς οἷόν τ᾽ ἀκριβέστατα μηδ᾽ ὡς μάλιστα ἐβουλήθησαν, τί τό γε ἐκπεφευγὸς τῆς ἐκείνων προστασίας ἄν τις τιθείη; οὐ γὰρ τῆς ἐκείνων ὁμιλίας τοῦτο ἀπώναντο, ἀλλ᾽ οὐκ ἀπώναντο ἐκείνων ἔτι τοῦτό γε. οὔκουν ἐξ ὧν προσεῖχον αὐτοῖς, ἐκ τούτων ἥμαρτον, ἀλλ᾽ ἐξ ὧν οὐ προσεῖχον ἐπλημμέλησαν. οὕτως γ᾽ ἐπείθοντο σαφῶς ἄρ᾽ οἱ πείθοντες ἔπειθον καλῶς. ἔπειτα μουσικὴν μὲν καὶ γεωμετρίαν καὶ τὰς ἄλλας τέχνας λέγω καὶ τὰς πάνυ φαύλας οὐ πάντες οἱ φοιτήσαντες παρὰ τοὺς διδασκάλους λαμβάνουσιν, ἀλλ᾽ ἐκ τῶν πολλῶν ὀλίγοι κομιδῆ τινες: καὶ οὐδ᾽ ἐν τούτοις οὐδεὶς ἐπαναγκάζει τοὺς διδασκάλους αὐτοὺς ὑπευθύνους εἶναι τοῦ διὰ παντὸς ἀκριβοῦς, οὐδ᾽ ἂν μαθὼν μὴ πάντα κατορθοῖ, μηδ᾽ ὅμοιος τῷ διδάξαντι, οὐδεὶς τοῦτ᾽ ἀναμφισβήτητον κατ᾽ ἐκείνου τίθησιν, οὔθ᾽ ὡς οὐδὲν ἐπισταμένου τῆς τέχνης οὔθ᾽ ὡς ἑκόντος ὑποστειλαμένου οὔθ᾽ ὡς τὸ σύμπαν εἰπεῖν ἀδικοῦντος. ἀλλ᾽ ἴσμεν τὸν τοῦ Ὁμήρου λόγον ὃν περὶ τῶν παίδων ἔφη κἀπὶ τῶν τοιούτων ἰσχύοντα:
παῦροι γὰρφησὶπαῖδες ὁμοῖοι πατρὶ πέλονται,
οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους.
καὶ διδασκάλῳ τὸν μὲν ὅμοιον συνέβη γενέσθαι, τὸν δὲ οὒ, καὶ μέν γε χείρων, δὲ βελτίων ἐγένετο. οὕτω


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: