previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔχω, οὐ μόνον αὐτὸ τοῦτο τοὺς διθυράμβους σκοπῶν ἀνδρειότερον δήπουθεν ἔχοντας καὶ στερεώτερον ὡς ἐκεῖνόν τῳ δοκεῖν ὑποπίπτειν, ἀλλ᾽ ὅτι κἀν τοῖς ὕμνοις διεξιὼν περὶ τῶν ἐν ἅπαντι τῷ χρόνῳ συμβαινόντων παθημάτων τοῖς ἀνθρώποις καὶ τῆς μεταβολῆς τὸν Κάδμον φησὶν ἀκοῦσαι τοῦ Ἀπόλλωνος μουσικὰν ὀρθὰν ἐπιδεικνυμένου. οὕτω καὶ Πίνδαρος τῆς ὀρθῆς μουσικῆς ἐραστής ἐστι. τὸ δ᾽ ἐραστής ἐστι τὴν ὀρθὴν μουσικὴν μεταχειρίζεται. οὐ γὰρ δή που τῷ μὲν Ἀπόλλωνι ταύτην προστίθησιν, αὐτὸς δ᾽ ἑτέραν διώκει ταύτην ἀφεὶς, καὶ ταῦτ᾽ ἀεὶ τὸν Ἀπόλλω καὶ τὰς Μούσας καλῶν. εἶτα λέγεις ὅτι πάντες οὗτοι τοῦ πρὸς ἡδονὴν ἐξήρτηνται. πότερον οὖν σε φῶμεν ἔλαττον τοῦ δέοντος λέγειν πλέον; ὅτι μὲν γὰρ καὶ τοῦ πρὸς ἡδονὴν φροντίζουσιν ὁμολογεῖται. ὥσθ᾽ ὅσον προσθεῖναι προσῆκε, τοσοῦτον ἀφελὼν ἔλαττον παρὰ τοῦτ᾽ εἴρηκας. ὅτι δ᾽ αὐτοῖς κολακείαν ἐπενηνόχεις ἐκ τούτου πῶς οὐκ ἔξω τοῦ δέοντος εἴρηκας, πῶς οὐ ταύτῃ πλέον αὖ τοῦ δέοντός ἐστιν ἔχων λόγος; εἶεν. αὐτὸς δὲ σὺ πρὸς Διὸς οὐ πώποθ᾽ ἡμῖν οὐδὲν πρὸς ἡδονὴν οὔτ᾽ εἶπας οὔτ᾽ ἐποίησας, οὐ συνέθηκας, οὐ διέθου λόγον, οὐκ ἀνέπαυσας, οὐκ ἐπεισήγαγες, ἀλλ᾽ ἁπλῶς οὑτωσὶ τὴν ἀπὸ [p. 384]Σκυθῶν ἡμῖν διαλέγει; ἐγὼ μὲν οὐκ ἐνέτυχον εἰς τήνδε τὴν ἡμέραν ἡδίονι τούτου καὶ πρὸς αὐτοὺς τοὺς διθυραμβοποιοὺς καὶ τοὺς τραγῳδιοποιοὺς εἶπον ἂν, εἴ τις αὐτῶν ἤρετο. εἶτ᾽ αὐτὸς ὅμοιον τῷ Νέστορι φθεγγόμενος, εἰ δὴ κἀκεῖνον τοιοῦτόν τι χρὴ φθέγξασθαι δοκεῖν, ἐγὼ μὲν γὰρ καὶ τὰς Σειρῆνας ἂν εἶξαί σοι δοκῶ, τῶν ἄλλων εἴ τι καὶ πρὸς ἡδονὴν λέγουσι κατηγορεῖς; ὅρα μὴ παίζοντα μᾶλλον τιθῇ σέ τις σπουδάζοντα καὶ φιλονεικοῦντα, ὅς γε καὶ ἐν αὐτοῖς τούτοις τοῖς λόγοις, ἐν οἷς διασύρει ταῦτα τὰ ἔθνη τοσοῦτον χαρίτων καὶ ἡδονῆς εἰσηνέγκατο, ὅσον οἷόν τ᾽ ἦν πλεῖστον ὡς ἐν ἀηδεῖ λέγω τῷ παντὶ λόγῳ καὶ τραχεῖ.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: