previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἠφίει τῇ πόλει, παρίημι, μή τις ἄρα εἴπῃ ὡς φόβῳ τῆς διαβολῆς εἶδεν αὐτό: ἐδόκει γὰρ ὥσπερ ἄλλο τι καὶ τοῦτο σύμβολον τοῦ Περικλέους εἶναι, τὸ ὑπερφρονεῖν χρημάτων. ὥστε καὶ αὐτὸς ποτὲ ἐν τῷ δήμῳ παρρησιαζόμενος καὶ λέγων περὶ τῶν αὑτῷ προσόντων ἀγαθῶν ἕν τι καὶ τοῦτο ἐν πρώτοις ἐτίθει τὴν περὶ ταῦτα μεγαλοψυχίαν. οὕτω δ᾽ ἦν παραπλήσιος κατὰ τὸν βίον καὶ τὴν πολιτείαν καὶ τοσοῦτον ἀπεῖχε τοῦ ζῆν πρὸς τὰς ἑτέρων ἡδονὰς ὥστε φασὶν οἱ γράψαντες περὶ αὐτοῦ διδασκάλου τάξιν πρὸς παῖδας πρὸς τοὺς Ἀθηναίους αὐτὸν ἔχειν, ὥστε ἀπόντος μὲν Περικλέους ἐν ἀταξίᾳ πολλῇ καὶ ῥαθυμίᾳ τὴν ἐκκλησίαν εἶναι πολλάκις, φανέντος δὲ εὐθὺς μεταβάλλεσθαι [p. 161] καὶ σωφρονίζεσθαι πρὸς τὴν ὄψιν, ὥσπερ δεδιότας μή τι γνοίη Περικλῆς ὧν ἡμάρτανον. δέ φασιν ὑπάρξαι Σωκράτει σοφιστῶν διαφερόντως, τοῦτ᾽ ἐκείνῳ δημαγωγῶν: ἐπαρθέντα μὲν γὰρ τὸν δῆμον καὶ μεῖζον φρονήσαντα δεινότατον εἶναι συστεῖλαι καὶ καθελεῖν, ἀθυμήσαντα δὲ καὶ ταπεινωθέντα ἀναγαγεῖν αὖ τοῖς λόγοις καὶ μεστὸν ἐλπίδων ποιῆσαι, ὥσπερ ἐκεῖνος εἰώθει περὶ τοὺς νέους ποιεῖν. συνελόντι δ᾽ εἰπεῖν σχῆμα τῆς πόλεως ἦν Περικλῆς, οὐ δουλεύειν ταῖς τῶν πολλῶν ἐπιθυμίαις, ἀλλ᾽ αὐτὸς ἄρχων τῶν πολλῶν, οὐδ᾽ τι δόξειεν ἐκείνοις, τοῦτο λέγειν ἀξιῶν, ἀλλ᾽ τι δόξειεν αὐτῷ, τοῦτ᾽ ἐκείνους πράττειν ἐπαναγκάζων: οὐδ᾽ ἐν κόλακος μοίρᾳ προσκείμενος, ἀλλ᾽ οὐδαμοῦ τοῖς κόλαξι πάροδον τὸ καθ᾽ αὑτὸν διδοὺς, τῇ μὲν χρηστότητι καὶ ταῖς ἐπιεικείαις ἐν πατρὸς ὢν τάξει τῷ δήμῳ, τῷ δὲ καθείργειν ἅπαντας καὶ πάνθ᾽ ὑφ᾽ αὑτὸν ἔχειν πλέον τύραννος. ἐξ ὧν, ὡς ἔοικεν, ἔξεστι σαφῶς ἰδεῖν ὅτι εἴ τις ἄλλος καὶ Περικλῆς ἑκὼν δίκαιος. οὐδαμοῦ γὰρ τὴν πλεονεξίαν ἀντὶ τῶν νόμων ἠγάπησεν, οὐδ᾽ ὅπως μείζων τῆς τάξεως ἔσται προὐνοήθη, παρὸν αὐτῷ μᾶλλον παντὸς


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: