previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὥσπερ τὸν γυμναστὴν τὴν μὲν ὑπάρχουσαν ῥώμην διασώζειν, τὴν δ᾽ οὔπω παροῦσαν ἐμποιεῖν. οὐ γὰρ ἄλλου μέν ἐστι τοὺς ὄντας ἀθλητὰς δή που γυμνάσαι, ἑτέρου δὲ τοὺς μέλλοντας ἔσεσθαι παρασκευάσαι, ἀλλ᾽ ἑνὸς ἀνδρὸς καὶ τῆς αὐτῆς τέχνης. εἰ δὲ τοῦθ᾽ οὕτως ἔχει, ῥᾴδιον ἤδη καταμαθεῖν ὅτι δευτέρα τῆς ἰατρικῆς γυμναστικὴ καὶ παντελῶς ὑπ᾽ αὐτὴν γίγνεται. καὶ γὰρ αὐτὸ τὸ γνῶναι τίνι δεῖ γυμνασίων καὶ πότε καὶ πόσων καὶ ποίων τινῶν ἑκάστῳ λέγω τῶν ἰδιωτῶν τῆς τοῦ ἰατροῦ σοφίας ἤδη γίγνεται, καὶ οὗτός ἐστιν πέμπων παρὰ τὸν γυμναστὴν, ἂν δέῃ. παραλαβὼν δὲ ἐκεῖνος τὸ τοῦ διακόνου πράξει, καὶ οὐ φιλοτιμήσεται πρὸς τὸν ἰατρὸν, ἀλλ᾽ ἐν τῇ τοῦ ἡνιόχου τάξει μενεῖ. καὶ γὰρ ἐκεῖνος παραλαβὼν παρὰ τοῦ ἰατροῦ τὸν μέλλοντα αἰωρήσεσθαι παρέχει τὴν διακονίαν καὶ γυμνάζει τὸν αὑτοῦ τρόπον. εἰ δ᾽ αἰωρεῖσθαι βέλτιον μὴ, τὸν ἰατρὸν ἤδη δεῖ τοῦτο ἐσκέφθαι. καὶ νὴ Δί᾽ μὲν ναύτης εἰς τὸ πλοῖον ἐνθέμενος κομιεῖ παρὰ τὰς ἀκτὰς καὶ μέσον πόρον, εἰ βούλοιτο, καὶ κινήσει διὰ τῆς εἰρεσίας ἄνω καὶ κάτω περιάγων, καὶ τοῖς ἱστίοις προσχρώμενος, καὶ [p. 375]καθεδεῖται, καθάπερ τις αὐτοκράτωρ ποιῶν τι βούλεται. εἰ δ᾽ ἄμεινόν τῳ πλεῦσαι τὸ παράπαν καὶ ὑγιεινότερον αὐτὸν τοῦτο ποιήσει, τῆς ἰατρικῆς τοῦτο τέχνης ἴδιον ἦν, ἀλλ᾽ οὐ τῆς ναυτικῆς. καὶ μὴν ὅτι καὶ πολλοὺς ἤδη καὶ τὰ τοιαῦτα ὤνησε καὶ οὐδὲν ἔλαττον τὰ ἐν ταῖς παλαίστραις γυμνάσια πάντες ὡς ἔπος εἰπεῖν σύνισμεν, ἀλλ᾽ οὐ διὰ τοῦτο οἱ ἡνίοχοι τοῖς ἰατροῖς ἀμφισβητοῦσιν, οὐδὲ οἱ ναῦται λέγουσιν ὡς αὐτοὶ μὲν φύλακες τῆς ὑγιείας θαυμαστοί τινες εἶεν καὶ γυμνάζοιεν ἅπαντας τοὺς βουλομένους, ἐκεῖνοι δ᾽ οὐδὲν ἄρα εἰδεῖεν πλὴν καθείρξαντες ἀπολλύναι. καίτοι εἰ βελτίων γυμναστικὴ τῆς ἰατρικῆς, τί κωλύει καὶ τούτους ἐκ τῶν αὐτῶν ἀμείνους εἶναι τῶν ἰατρῶν, ἐπειδή γε καὶ αὐτοῖς μέτεστιν ἀμηγέπη τῆς γυμναστικῆς; κατὰ πασῶν τούτων τῶν τεχνῶν ἓν τοῦτ᾽ ἰσχυρὸν τῆς ἰατρικῆς, καὶ τὸ τῆς Αἰσώπου κυνὸς ἑξῆς ὑπάρξει λέγειν, ὅτι εἰ μὴ αὕτη ἦν, οὐδ᾽ ἂν τούτων οὐδεμία ἦν


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: