previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἡγοῦντο, ἅμα δὲ εὐλαβούμενοι μή τι καὶ χεῖρον ἐξεργάσαιντο τῷ καθείργειν παντελῶς αὐτούς. τί γὰρ οὐκ ἦν προσδοκῆσαι ποιήσειν ἀνθρώπους τοσούτους τὸ πλῆθος καὶ οὕτως ὀξεῖς, καὶ χρημάτων τοσούτων παρόντων, εἰ μηδεὶς αὐτοῖς μετεδίδου τὰ μέτρια; ἆρ᾽ οὐ πάντ᾽ ἂν αὐτοῖς ἐπιχειρῆσαι λαβεῖν; ἔτι δὲ ὥσπερ ἐν τοῖς ἰδίοις οἴκοις πᾶς τις οἶμαι βούλεται τῶν προσόντων ἀπολαύειν, οὕτως οὐδὲν ἀπεικὸς καὶ πόλιν ἄλλως τε καὶ ἀρχὴν ἔχουσαν, ἐν οἷς οὐχ τὸ πᾶν κωλύων ἴσως βέλτιστος, ἀλλ᾽ ὅστις τοῦ μετρίου ποιεῖται λόγον. τί χρῆν φόρους ἔτι λαμβάνειν πράγματ᾽ ἔχειν, εἰ μηδὲν ἔμελλον ἀπ᾽ αὐτῶν κουφιεῖσθαι; ὥσθ᾽ ὅταν ταῦτα λέγῃς, οὐ τὸν μισθὸν ἐγκαλεῖς, ἀλλὰ τὴν ἀρχήν. ἐπεὶ ὅτι γε ἀναγκαῖον ἐν πόλει μισθὸς καὶ οὐκ ἔνεστι παρελθεῖν οὐδὲ τῷ σεμνοτάτῳ τὸ μὴ οὐκ ἐπιχορηγῆσαι καὶ φιλανθρωπεύσασθαι οὐδὲν δέομαι μαρτύρων πολλῶν, ἀλλ᾽ εἷς τῶν Ἑλλήνων ἄριστος ἐξαρκεῖ μοι. τίς οὗτος; αὐτὸς σύ. τῇ γὰρ εὐδαίμονί τε καὶ ἀγαθῇ πόλειπῶς γὰρ οὐκ εὐδαίμων ἧς γε οἰκιστής ἐστι Πλάτων; —τοὺς φύλακας διδοὺς τάττεις μισθὸν αὐτοῖς δημοσίᾳ, ὡς οὔτ᾽ αὐτὸς αἰσχρὸν οὐδὲν συμβουλεύων οὔτ᾽ ἐκείνους ποιήσοντας οὐδετέρους, οὔτε τοὺς δώσειν οὔτε τοὺς λήψεσθαι μέλλοντας. εἰ δὲ μὴ ἀργύριον μηδὲ [p. 195]χρυσίον μισθός ἐστιν, ἀλλ᾽ ἕτερόν τι, ἕτερος λόγος οὗτος. πρὸς γὰρ τὰ σχήματα τῶν πολιτειῶν οἶμαι καὶ τοὺς μισθοὺς εἰκὸς εἶναι. οὐδὲ γὰρ εἰ Βυζάντιοι σιδήρῳ νομίζουσι, τούτου χάριν εἰσὶ δίκαιοι τῶν Ἑλλήνων καταγελᾶν, οὐδ᾽ ἧττόν τι δοκεῖν ἂν φέρειν μισθὸν, ὅτι οὐ χρυσίον οὐδὲ ἀργύριον φέρουσιν: οὐδέ γε εἰ Καρχηδόνιοι σκύτεσιν: εἰ μὴ κἄν τινες ἀργύριον φέρωσιν, ὅτι οὐ τὸ τιμιώτερον αὖ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: