previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μὲν οὐδ᾽ ὁτιοῦν ἔμελλον δή που μαθήσεσθαι, πάντα δὲ πείσεσθαι τὰ αἴσχιστα καὶ δεινότατα. ὥστε πῶς οὐκ ἂν αἴσχιστα πραγμάτων συνέβη, εἰ πρότερον τοὺς Ἡρακλείδας εἰς ἐλευθερίαν ἀφαιρούμενοι τότ᾽ αὐτοὶ τοῖς βαρβάροις ὑπέκυψαν ἐν φαύλῳ θέμενοι; ἀλλὰ μὴν εἰ μήτ᾽ αὐτοὶ δουλεύειν ἄξιοι μήθ᾽ οἱ ἐπιόντες βελτίους ἐκείνων, τε κίνδυνος περὶ τῶν ἐσχάτων κρατηθεῖσι, πῶς οὐκ ἐνταῦθα εἴπερ που καιρὸς ἦν δεῖξαι δουλείαν θανάτου μᾶλλον πεφοβημένους; ἐπιθήσω γὰρ τὰ Πλάτωνος αὐτοῦ ῥήματα. εἰ δὲ τοῦτο παντὶ γνώριμον καὶ πᾶσι ταῦτ᾽ ἦν ἄριστα καὶ σπουδαιότατα καὶ μόνα τοῦ λόγου τοῦ βελτίονος καὶ τῆς πολιτικῆς ἀρετῆς, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἐπ᾽ ἔσχατον ἥκοντα, πῶς τούς γε εἰς ταῦτα παρασχόντας ἑαυτοὺς καὶ βεβαιώσαντας ἅπασι μετὰ τῆς σωτηρίας τὴν ἐλευθερίαν ὀλίγου τινὸς ἀξίους τοῖς πολίταις τοῖς Ἕλλησι νομιστέον; καὶ μὴν οὐδ᾽ ἀνειμένην γε τὴν ἐλευθερίαν ἐποίησαν αὐτοῖς: οἵ γε πρὸς μὲν τοὺς βαρβάρους οὕτως εἶχον ὥστε μηδὲ φωνὴν ἐθέλειν ἀκούειν, πρὸς δὲ τοὺς Ἕλληνας οὕτω κοινῶς καὶ φιλανθρώπως ὥσθ᾽ εἶξαν τῆς ἡγεμονίας ἑκόντες Λακεδαιμονίοις, προέχοντες πλεῖστον ὁπόσον αὐτῶν. καὶ γάρ τοι παρ᾽ ἑκόντων πάλιν αὐτὴν τῶν Ἑλλήνων ἐκομίσαντο. οὕτως οὐκ ἄνευ δικαιοσύνης οὐδὲ σωφροσύνης, Πλάτων, ἐνέπλησαν τὴν πόλιν συμμάχων καὶ φόρων καὶ φλυαριῶν, ὡς σὺ φῂς, ἀλλ᾽ ἀπὸ σώφρονος καὶ δικαίας καὶ θαυμαστῆς ἀρξάμενοι τῆς ἀρχῆς, καὶ τοὺς τῆς ἐλευθερίας ὅρους κάλλιστα ἐφύλαξαν, μέσην αὐθαδείας καὶ ταπεινότητος ἄγοντες τοὺς πολίτας, καὶ οὐ [p. 268] τὴν ἀνέδην, οὐδὲ ἣν οὑτωσί τις ἂν φήσειεν ἐλευθερίαν εἰσάγοντες, ἀλλὰ τὴν μετὰ τοῦ δικαίου καὶ τοῦ σωφρονεῖν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: