previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

θρασύνοιτο, μηδ᾽ ἑτέρῳ πταίσαντί που προφέροι τὴν τύχην ῥαδίως. καὶ τί δεῖ τἄλλα λέγειν ὡς ἔχει;

ἀλλὰ τὰ τῶν δικῶν πῶς εἶχεν ἐξ ἀρχῆς; ἔλθωμεν γὰρ ἐπ᾽ αὐτὸ τὸ κυριώτατον ἤδη. Παλαμήδης σοφώτατος ὢν τῶν Ἀχαιῶν ἑάλω τὴν δίκην τῆς προδοσίας. καὶ οὐκ ἐρεῖς ὡς ἐκείνου γε Ἀθηναῖοι κατεψηφίσαντο. ἀλλὰ πᾶσα μὲν Ἑλλὰς συνεληλύθει, ἐγένετο δὲ κρίσις ἐν μέσῳ, καὶ ἀδικεῖν ἔδοξεν, ὅτι δὲ οὐχὶ δικαίως ἔδοξεν αὐτὸς σὺ λέγεις ἐν Σωκράτους ἀπολογίᾳ. καίτοι τίς οὐκ ἂν φήσειεν οὑτωσὶ πολλὴν εἶναι τὴν ἀλογίαν, ὄντα μὲν αὐτὸν κυριώτερον τοῦ Ὀδυσσέως εἰς σοφίας λόγον, ὡς ἔφη Πίνδαρος, εἶθ᾽ ἡττηθῆναι τοῦ χείρονος, καὶ ταῦτ᾽ οὐκ εἰς χειρῶν κρίσιν οὐδ᾽ εἰς ἄλλο τι τοιοῦτον ἐλθόντος τοῦ πράγματος, ἀλλ᾽ εἰς αὐτὸ τοῦτο ἐν κρείττων ἦν; αὖθις δ᾽ αὖ τοὺς Ἀχαιοὺς οὕτω πολλὰ καὶ μεγάλα ὑπ᾽ αὐτοῦ πεπονθότας εὖ, δι᾽ καὶ φιλεῖν καὶ θαυμάζειν αὐτὸν προσῆκεν, εἶθ᾽ οὕτως ἀγνώμονα καὶ ἀνόμοιον ἀποδοῦναι τὴν χάριν, ὅς γε καὶ σπουδαίων καὶ τῶν εἰς ψυχαγωγίαν ἡγεμὼν αὐτοῖς ἐγεγόνει σχεδὸν ἁπάντων. ἓν δὲ μέγιστον καὶ τελεώτατον καὶ πλείστης ἄξιον τιμῆς ἐξεῦρε τὰ τακτικὰ, ὑφ᾽ ὧν ἅμα [p. 340] σώζεσθαι καὶ τῶν ἐναντίων κρείττοσιν εἶναι περιῆν αὐτοῖς. ὡς μὲν γὰρ τραγῳδία φησὶν, οὐδὲ τῶν βοσκημάτων οὐδὲν διέφερον πρὶν ἐκείνῳ συγγενέσθαι. οἱ δὲ τοσοῦτον ἀπεῖχον τοῦ σύμπαντας ἂν αὐτοὺς ἀριθμῆσαι, τὰς ναῦς ὁπόσαι τινὲς ἦσαν ἃς ἦγον, ὥστ᾽ οὐδ᾽ ὁπόσοι τινὲς αὐτοῖς εἰσὶν οἱ βασιλεῖς τε Ἀγαμέμνων καὶ Μενέλαος ἔμελλον εὑρήσειν, οὐδέ γε, ὡς ἔοικεν, ἐκεῖνοι τοὺς αὑτῶν πόδας καὶ τὰς χεῖρας ἑκάτερος, μὴ ὅτι τὴν στρατιάν. ἀλλὰ ταῦτα μὲν Πλάτων τε ἡμῖν προσπαίζει τοὺς τραγικοὺς καὶ ἡμεῖς συνεπαίξαμεν. τὸ δ᾽ οὖν πολλῶν καὶ μεγάλων ὀφείλοντας τῷ Παλαμήδει χάριν καὶ δικαίως ἂν καὶ ἐπὶ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: