previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δύναμις ἀνθρώπου, διακονῆσαι τοῖς κρείττοσι. τοῦτ᾽ οὖν, θεία κεφαλὴ, προσήκει λέγειν, κἀγὼ φαίην ἂν ἐκείνους [p. 264] γενέσθαι τοὺς ἄνδρας ὑπηρέτας καὶ διακόνους, οὐ τοῦ δήμου τῶν Ἀθηναίων, πόθεν; οὐδ᾽ ἀνθρώπων οὐδενὸς, εἰ μὴ τὸ προεστάναι καὶ τὸ κελεύειν διακονεῖν καὶ ὑπηρετεῖν εἶναι δεῖ λέγειν. ἔτι τοίνυν οὐδὲ τοῖς γονεῦσι χάριν ἄν τις ἔχειν ἐῴη τοῖς λόγοις τούτοις, οὐδ᾽ εἰς εὐεργεσίας τιθέναι μέρος, οἳ τοῦ ζῆν καὶ σώζεσθαι παρέσχον ἡμῖν τὰς ἀρχάς. εἰ δὲ δὴ καὶ τὸν Εὐριπίδην μάρτυρα ἐπάγοιτο λέγοντα ὅτι
ἔδει γὰρ ἡμᾶς σύλλογον ποιουμένους
τὸν φύντα θρηνεῖν εἰς ὅσ᾽ ἔρχεται κακὰ,
που σφόδρα ἄν τι δόξειε λέγειν. ἀλλ᾽ οἶμαι τῶν μὲν πραγμάτων οἷς ἐτυγχάνομεν καὶ τοῦ χεῖρον βέλτιον βιῶναι τὸν δαίμονα καὶ τὴν τύχην αἰτιώμεθα, καὶ νὴ Δί᾽, εἰ βούλει, προστίθει τὸ καὶ ἡμᾶς αὐτοὺς δεῖν, οὐδὲν γὰρ βλάβος τῷ λόγῳ, τοῖς δ᾽ ὑπηρετήσασιν εἰς τὴν γένεσιν καὶ δι᾽ ὧν πρῶτον ἤλθομεν εἰς φῶς, τούτοις τὴν πρώτην καὶ μεγίστην χάριν ἡγούμεθα δεῖν ἔχειν μετὰ τοὺς ἔτι τούτων προτέρους θεούς. εἰ τοίνυν τοῖς γονεῦσι δι᾽ αὐτὸ τὸ εἶναι μόνον τοσαύτην ἔχομεν χάριν καὶ ὁμολογοῦμεν ὀφείλειν χρέα πάντων χρεῶν πρεσβύτατα, πῶς οὐ Μιλτιάδῃ γε καὶ Θεμιστοκλεῖ πλέον τι πεπρᾶχθαι χρὴ δοκεῖν, οἵτινες οὐ τοῦ ζῆν μόνον οὐδὲ τῆς σωτηρίας αἴτιοι τοῖς Ἕλλησι κατέστησαν, ἀλλὰ καὶ βελτίους ἀντὶ χειρόνων ἐν αὐτοῖς οἷς ἔπραττον εἴθιζον εἶναι; ἄτοπον δέ μοι φαίνεται, εἰ μὲν συμμάχους τινὰς φρούριον προὔδοσαν, ναῦν μίαν δύο, φυγῆς αἴτιοί τισιν θανάτου κατέστησαν, πολλοῖς ἂν καὶ πυκνοῖς ἐλαύνειν αὐτοὺς τοῖς ῥήμασι καὶ μετ᾽ Εὐρυβάτου καὶ Φρυνώνδου καταλέγειν, [p. 265] ὥσπερ τὸν Ἀρχέλαον κακοδαίμονα δή που καὶ ἄθλιον προσείρηκεν, ἀποκτείναντα οὓς οὐ προσῆκεν, ἐπεὶ δ᾽ ἅπαντας μὲν ἠλευθέρωσαν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: