previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δ᾽ οὐκ ἐξ ἴσου τὴν τύχην οὖσαν. ὥστε καὶ οὕτως κἀκείνως ἥκιστα ἔμελλον ἔσεσθαι λάλοι.

ὁρῶ δέ τοι καὶ περὶ τὴν τραγῳδίαν Αἰσχύλον μὲν αἰτίαν οὐ σχόντα ὡς εἰσαγάγοι λαλιὰν, οὐδὲ τὸν ἥδιστον εἰπεῖν Σοφοκλέα οὐδαμοῦ ταῦτ᾽ ἀκούσαντα ὡς ἐπῆρεν Ἀθηναίους λαλεῖν, ὅτι, οἶμαι, τῆς σεμνότητος ὡς οἷόν τε μάλιστα ἀντείχοντο καὶ κρείττονα κατὰ τοὺς πολλοὺς τὰ ἤθη παρείχοντο: Εὐριπίδην δὲ λαλεῖν αὐτοὺς ἐθίσαι καταιτιαθέντα, ἀφελεῖν τι δόξαντα τοῦ βάρους καὶ τῶν καιρῶν, καὶ μετ᾽ ἐκεῖνον αὖ πλεῖν σταδίῳ λαλίστερα Ἀριστοφάνης μειράκια γενέσθαι φησὶν, ἅτ᾽, οἶμαι, τοσοῦτον Εὐριπίδου λειπόμενα κατὰ τὴν ποίησιν. τοῦ γὰρ κόσμου κατὰ μικρὸν ὑπορρέοντος εἰς τοῦτο ἔδει τὸ ἁμάρτημα κατενεχθῆναι καὶ δοκεῖν λαλεῖν μᾶλλον ποιεῖν. [p. 180] οὕτω δὴ καὶ περὶ τοὺς λόγους τοὺς πολιτικοὺς οὐχ σεμνότατος οὐδ᾽ τῶν ῥημάτων νοῦς ἡγεῖτο, οὐδ᾽ ὃς ἄνευ μὲν φρονήματος οὐκ ᾤετο δεῖν λέγειν, τὸ φρόνημα δ᾽ ἐξ ἁπάντων ὧν ἑαυτῷ συνῄδει δικαίως ἐκέκτητο, οὐχ οὗτος ἦν λάλους ἀντὶ κοσμίων ποιήσας, ἀλλὰ οὗτος κωλύων εἶναι λάλους τὸ καθ᾽ αὑτόν. οὔκουν γε Ὀδυσσεὺς οὐδὲ Νέστωρ αἰτίαν ἔσχον ὡς διαφθείροντες τῶν Ἀχαιῶν τὸ στρατόπεδον, ἀλλ᾽ Θερσίτης μᾶλλον,

ὅς ῥ᾽ ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδει
μὰψ, ἀτὰρ οὐ κατὰ κόσμον ἐριζέμεναι βασιλεῦσι.
διὸ καὶ κατεῖχεν αὐτὸν τῷ Περικλεῖ προσόμοιος ῥήτωρ καὶ οὐκ εἴα λαλεῖν. σὺ δὲ ποιεῖς παραπλήσιον ὥσπερ ἂν εἴ τις τὸν Ὀδυσσέα τότε ᾐτιᾶτο θόρυβον ἐν τῷ στρατοπέδῳ ποιεῖν, ὃς τοὺς ἄλλους τοῦ θορυβεῖν ἔπαυεν: ὥσπερ ἂν εἰ καὶ τὸν Ἡρακλέα φαίης τοὺς ἀνθρώπους ἐθίζειν αὐθάδεις εἶναι καὶ θρασεῖς, ὅτι τοῖς τόξοις καὶ τῷ ῥοπάλῳ περιῄει χρώμενος, τοὐναντίον γε πᾶν ἐθίζων,


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: