previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

κομιδῆ γ᾽ ἂν, Πλάτων, ἀδικοῖμεν, εἰ τὸν ἔργων φιλανθρώπων οὕτως εἰς τοὺς Ἕλληνας ὑπάρξαντα μηδὲ ῥήματος τῶν ἐπιεικῶν τολμήσομεν ἀξιῶσαι.

ἐμοὶ μὲν οὖν οὐδὲν φαυλότερος οὐδ᾽ ἀτιμότερος δοκεῖ Θεμιστοκλῆς γενέσθαι στρατηγῶν Ἀθηναίων Σωκράτης συστρατευόμενος ἐπὶ Δηλίῳ καὶ ἐν Ἀμφιπόλει καὶ [p. 263] ἐν Ποτιδαίᾳ. καίτοι σύ γ᾽ ἐκεῖνον ἐπαινεῖς, ὅτι ἐν τῇ ἀπὸ Δηλίου φυγῇ θαρρούντως ἀπῄει, καὶ καταφανὴς ὢν ὅτι, εἴ τις ἅψοιτο αὐτοῦ, εὖ καὶ καλῶς ἀμυνεῖται. οὔκουν δεινὸν γῆ καὶ θεοὶ καὶ λόγων καὶ ἔργων ἡγεμόνες, ἐξάγομαι γὰρ εἰπεῖν, Σωκράτη μὲν καὶ τῆς φυγῆς ἐπαινεῖν καὶ φάσκειν ἐκεῖνον ἀναχωρεῖν κάλλιον Λάχητος, Θεμιστοκλέα δὲ, ὃς διώκων, οὐ φεύγων τοὺς πολεμίους τὴν ἀνδρείαν ἐπεδείκνυτο, καὶ οὗ τῆς ἀρετῆς ἅπασα ἀπέλαυσεν Ἑλλὰς, τῆς δειλίας καὶ τῆς ἀνανδρείας ἔστ᾽ ὀνόματα, τούτοις καλοῦντα μὴ φροντίζειν; ὃς καὶ ὅτ᾽ ἀπ᾽ Εὐβοίας ἀνεχώρει νενικηκὼς, τοιαῦτα τἀν μέσῳ διεπράττετο, οἷα ἂν οὐδείς πω τῶν ἐπειγομένων ὁπωσοῦν ἀπελθεῖν. εἶτα λέγεις ὡς οὐ πολλοῦ τινος ἄξιον σωτηρία. τί οὖν κωλύει καὶ τοῖς σωτῆρσι θεοῖς, οἳ καὶ καθ᾽ ἕνα ἡμᾶς σώζουσι, καὶ τότ᾽ ἐκεῖνα κατεργάσασθαι τοῖς Ἕλλησι παρέσχον—; ἀλλ᾽ ἐγὼ μὲν ἐάσω τὸ βλάσφημον, ὑπονοεῖν δ᾽ ἔστι τό γ᾽ ἐκ τοῦ λόγου συμβαῖνον. ἐγὼ δ᾽ ἐκεῖνον ἂν ᾤμην ἀμείνω καὶ δικαιότερον τὸν λόγον εἶναι, κἀκείνως λέγοντά τιν᾽ οὐκ ἂν ἁμαρτάνειν ὡς θεοὶ μὲν τῷ ὄντι σωτῆρες καὶ τὴν Ἑλλάδα οἱ τότε σώσαντές εἰσιν οὗτοι, διηκόνησαν δὲ Μιλτιάδης καὶ Θεμιστοκλῆς, ἥπερ μεγίστη καὶ καλλίστη


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: