previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

στόλῳ προσαγουσῶν καὶ τοῦ πεζοῦ κατὰ τὴν Βοιωτίαν εἰσβαλόντος, καὶ τοῦ πυρὸς πάντα ἐπιφλέγοντος καὶ δηλοῦντος ἀντὶ φρυκτῶν προσάγειν βασιλέα, γράφει τὸ ψήφισμα τοῦτο, τὴν μὲν πόλιν παρακαταθέσθαι Ἀθηνᾷ, Ἀθηνῶν μεδεούσῃ παῖδας δὲ καὶ γυναῖκας εἰς Τροιζῆνα ὑπεκθέσθαι, τοὺς δὲ πρεσβύτας εἰς Σαλαμῖνα, τοὺς δ᾽ ἄλλους ἐμβάντας εἰς τὰς τριήρεις ὑπὲρ τῆς ἐλευθερίας ἀγωνίζεσθαι. μεγάλης μὲν τῆς ἐπινοίας καὶ ὑπερφυοῦς, θαυμαστῆς δὲ τῆς ῥώμης, ὅστις ταῦτα πρῶτος πείσειν ἤλπισε καὶ οὐκ ἀπέγνω πρᾶγμα τοσοῦτον: θαυμαστῆς δὲ καὶ τῆς τῶν πεισθέντων ἀρετῆς τε καὶ παιδείας, ἣν ἐπεπαίδευντο ὑπ᾽ ἐκείνῳ πάντα ἀνέχεσθαι καὶ καρτερεῖν, ὅσ᾽ ἂν διδῷ μὲν δαίμων, συμβουλεύῃ δὲ Θεμιστοκλῆς. τοῦτο τὸ ψήφισμα τῶν ὑφ᾽ ἡλίῳ μαρτύριον κάλλιστον καὶ λαμπρότατον καὶ τελεώτατον εἰς ἀρετῆς λόγον, πάντων ἀπόδειξιν τῶν ἀρίστων ἑξῆς ἔχον, τοῦ θαρρεῖν τοῖς θεοῖς, τοῦ φρονεῖν ἐφ᾽ ἑαυτοῖς, τοῦ παθεῖν ὁτιοῦν ἐθέλειν, πρίν τινος αἰσχροῦ πεῖραν λαβεῖν, ἔτι πρὸς τούτοις τοῦ φυλάττειν τὰ δόξαντα ἐξ ἀρχῆς, τοῦ μὴ μνησικακεῖν τοῖς ὁμοίοις, μηδ᾽ ἂν ἀνομοίων ἔργα δοκῶσι προῃρῆσθαι. τοῦτο τὸ ψήφισμα οὐ κόλαξ ἐμοὶ δοκεῖν ἄνθρωπος οὐδὲ κάτω [p. 257] βλέπων, οὐδ᾽ ὑποπεπτωκὼς τοῖς ἀκούουσιν, ἀλλὰ θεῶν τις διὰ τῆς Θεμιστοκλέους γλώττης ἐφθέγξατο. πού σοι Μίθαικος τὴν Σικελικὴν ὀψοποιίαν συγγεγραφὼς, Σάραμβος κάπηλοςνῦν γὰρ ἀνεμνήσθην τοὔνομα


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: