previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἕλλησι. μόνος δέ τοι καὶ τὸ πεζὸν καὶ τὸ ναυτικὸν ὀρθῷ λόγῳ νενικηκὼς φαίνεται. οὔτε γὰρ αἱ νῆες ἀντέσχον καὶ βασιλεὺς ἅμα τοῖς πλείστοις φεύγων ᾤχετο. καὶ ὅσῳπερ ἄν τις σεμνύνῃ τὴν ἐν Πλαταιαῖς ὕστερον νίκην, τοσούτῳ μειζόνως τὴν ἐκείνου τοῦ ἀνδρὸς σύνεσίν τε καὶ πρόνοιαν κοσμεῖ. εἰ γὰρ πολλοστημόριον τῆς κατὰ γῆν δυνάμεως ὑπολειφθὲν παρέσχεν ὅμως θόρυβον τοῖς Ἕλλησι, καὶ ταῦτ᾽ ἤδη παραδειγμάτων αὐτοῖς καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἑστηκότων, ὅσῳ κρείττοσιν εἶναι προσήκει τῶν βαρβάρων, καὶ προσέτι ὑπάρχου βασιλέως, ἀλλ᾽ οὐκ αὐτοῦ βασιλέως ἐμμείναντος, που τὸν πυρφόρον οὐδ᾽ ἂν [p. 262] εἷς ἔγνω πρὸς ἅπαντας μὲν ἀγωνιζόμενον, ἀλλ᾽ οὐ μέρος, βασιλέως δ᾽ ἐφεστῶτος τοῖς πράγμασιν, οὐδενὸς δὲ ὥς γ᾽ ἐν τοῖς παροῦσιν ὅτῳ θαρρήσουσιν ὑπάρχοντος, κακῶν δ᾽ ἀπαθοῦς καὶ μετ᾽ ἐλπίδων ἀκραιφνῶν ἐπιόντος τοῦ στρατοῦ, καὶ τῷ περὶ τὰς Πύλας ἔργῳ προεπηρμένου, καὶ μόνον οὐκ ἐν τοῖς ὀφθαλμοῖς ἔχοντος ὅτι καὶ τούτους πάντας αὐτίκα δὴ κεῖσθαι δεήσει. ἀλλὰ ταῦτα πάντα Θεμιστοκλέους, ὥς φησι Πλάτων, διακονία καὶ κολακεία, ὡς δ᾽ κοινὴ ψῆφος τῶν Ἑλλήνων, σοφία καὶ πρόνοια διεκώλυσε καὶ τάξιν πᾶσι τοῖς ἔργοις ἐπέθηκεν. ὥστ᾽ οὐ μόνον ἐξ ὧν αὐτὸς ἡγούμενος κατώρθωσεν, ἀλλὰ καὶ ἐξ ὧν τοῖς ὕστερον αἴτιος τοῦ κατορθῶσαι τὰ ἐφ᾽ αὑτοὺς ἥκοντα ἐγένετο, οἷον τῷ Παυσανίᾳ, τῷ Κίμωνι, τοῖς ἄλλοις, δικαίως ἂν τῆς παρὰ πάντων εὐφημίας τυγχάνοι.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: