previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

χρησίμη, ἀλλὰ αὐτὸ τὸ τούτων τινὶ χρήσασθαι καὶ πάλιν μὴ δεῖν ἐπ᾽ αὐτὴν ἔρχεται; ὥσπερ οἶμαι κἀν τοῖς σιτίοις: κρίνει μὲν τὰ δέοντα ἰατρὸς, παρασκευάζει δὲ μάγειρος, ἀλλ᾽ οὐκ ἀμφισβητήσει γε τῷ ἰατρῷ τῆς ἡγεμονίας, οὐ μᾶλλόν γε καὶ τῷ δεσπότῃ. τοιοῦτόν τι καὶ τὸ τῆς γυμναστικῆς φαίη τις ἂν εἶναι πρὸς τὴν ἰατρικὴν, δεύτερον καὶ ὑπακοῦον καὶ πάντα μᾶλλον ὡς ἔπος εἰπεῖν κρεῖττον. ἀλλ᾽ ὑπὲρ μὲν τούτων τοῖς ἰατροῖς ὑπέρ τε σφῶν αὐτῶν τι γιγνώσκουσί τε καὶ βούλονται παρείσθω λέγειν.

ἀξιοῖ δὲ καὶ τῆς δικαιοσύνης κρεῖττον εἶναι τὴν νομοθετικήν. καίτοι πότερον κρεῖττον νομοθετικὴ τῆς [p. 376]δικαιοσύνης, μέρος; ἐγὼ γὰρ οἶμαι πάντας ἂν ὡς ἔπος εἰπεῖν συμφῆσαι ὅτι καὶ νόμους θεῖναι καὶ ψήφους ἐνεγκεῖν καὶ συνειπεῖν τὰ δίκαια καὶ συμβουλεῦσαι καὶ χειροτονῆσαι, καὶ νὴ Δία περὶ αὐτοὺς τοὺς θεοὺς χρὴ πράττειν καὶ πάντα τὰ τοιαῦτα εἰς ἓν κεφάλαιον κοινὸν τὴν δικαιοσύνην ἀναφέρει. δὲ τοῦ μείζονος τοὔλαττον καὶ τοῦ παντὸς τὸ μέρος πρότερον καὶ κρεῖττον εἶναί φησι. καὶ εἰ μέν γε τὴν εὐσέβειαν τῆς δικαιοσύνης ἔφασκεν εἶναι κρεῖττον, ἐξῆν ἂν ἐπαινεῖν, ὡς δυοῖν μὲν τῆς δικαιοσύνης μερῶν ὄντων τῶν ἀνωτάτω, πρεσβυτέρου δὲ καὶ κρείττονος τοῦ περὶ τοὺς θεούς: νῦν δ᾽ οὐ τοιοῦτόν ἐστιν, ἀλλ᾽ ἁπλῶς καὶ καθάπερ νόμον ὡς ἀληθῶς τιθεὶς ἀνεξέταστον γνώμην ἀποφαίνεται. ἔπειτα τίθησι δύο μὲν τὰς τοῦ σώματος εἶναι θεραπείας, τὴν γυμναστικὴν καὶ τὴν ἰατρικὴν, δύο δ᾽ αὖ τὰς ἐπὶ τῆς ψυχῆς, τήν τε νομοθετικὴν καὶ τὴν δικαιοσύνην. αὐτὴ δ᾽ φρόνησις ἡμῖν ποῦ πρὸς θεῶν; ποῦ δ᾽ σωφροσύνη; ποῦ δ᾽ ἀνδρεία; ταυτὶ γὰρ δή που τέτταρα μέρη τῆς ἀρετῆς ἔστιν ἀκούειν ἀεὶ θρυλούντων, τὴν φρόνησιν, τὴν σωφροσύνην, τὴν δικαιοσύνην, τὴν ἀνδρείαν: ὧν ἓν μὲν τίθησι διπλοῦν, τὴν δικαιοσύνην, μέρος αὐτοῦ προσλαβὼν τὴν νομοθετικὴν, τὰ δὲ λοιπὰ πάντα παρῆκε. πῶς οὖν ὀρθῶς δικαίως ταῦτα ὑπόκειται κατ᾽ αὐτὸν τὸν περὶ τῆς δικαιοσύνης λόγον; εἶτα καὶ ποῦ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: