previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὴν αἰτίαν παντὸς εἶναι φάσκοντες οὔτ᾽ ἐκείνους προσήκειν εἴ τι προσέπταισαν χείρους νομίζεσθαι. δείκνυμεν δὲ ὅτι τεττάρων ὄντων τοῖν δυοῖν μὲν οὐδὲ προσήψατο δῆμος, ὧν δ᾽ ἔδοξαν καταψηφίζεσθαι δυοῖν, οὐδὲ τούτων ἀδικεῖν κατεψηφίσαντο, ἀλλ᾽ ὥσπερ παῖδες διδάσκαλον αὐτοῖς ἠξίωσαν ὑποχωρῆσαι. πάλιν τοίνυν ἐφ᾽ ἑκατέρας τῆς συζυγίας ἅτερος εὑρίσκεται τῆς δικαιοτάτης τυχὼν παρὰ τοῦ δήμου φιλανθρωπίας, μὲν ἐντὸς τοῦ χρόνου κατελθὼν, δὲ στρατηγῶν πρὶν ἐκτῖσαι, καὶ κύριος ὢν τῶν ἁπάντων, καὶ τῶν καταψηφισαμένων αὐτῶν. πῶς ἄν τις κάλλιον ὑπὲρ ἀμφοῖν ἀπολογήσαιτο, εἴ τι δεῖ τῶν ὄντων καὶ περὶ τῶν αὐτοῦ λόγων εἰπεῖν; εἰ τοίνυν ἁπάντων μὲν δῆμος κατεγνώκει, μηδὲν δὲ ὕστερον πρὸς μηδέν᾽ αὐτῶν ἐφιλανθρωπεύσατο, οὐδ᾽ οὕτω δίκαιον ἦν μὲν τοῖς [p. 331]ἑτέροις ἡμάρτητο κατ᾽ ἀμφοτέρων λέγειν, δ᾽ ἀμφοτέροις ὑπῆρχεν εἰς εὐφημίαν μηδετέροις ἀξιοῦν ἀποδοῦναι. εἰ μὲν γὰρ ἐκ τούτων μόνον οἵ τ᾽ Ἀθηναῖοι κοινῇ καὶ οἱ προστάντες αὐτῶν ἐγιγνώσκοντο, καλῶς εἶχε ταῦτ᾽ ὀνειδίζειν: εἰ δ᾽ ἔσθ᾽ ἕτερα ἀμείνω καὶ πλείω τούτων, καὶ σύ γ᾽ αὐτὸς κάλλιστα ὡμολόγηκαςὀψὲ γάρ ποτε ἔφης αὐτοὺς εἰς ταῦτ᾽ ἐμπεσεῖν, ὡς τόν γε ἄνω χρόνον πάντα κἀκείνους ὡς ἐβούλοντο πράττοντας καὶ τὸν δῆμον παρέχοντα αὑτὸν οἷον χρὴπῶς οὐκ ὀρθῶς εἶχε μιμήσασθαι τὸ τῶν Περσῶν; ἐκείνοις γάρ φασιν εἶναι νόμον, ἄν τις αὐτῶν σχῇ τινα φαύλην αἰτίαν, μὴ πρότερον καταγιγνώσκειν, μηδ᾽ ἂν ἐλέγχηται, πρὶν ἂν παρ᾽ ἄλληλα ἐξετάσαντες τε εὖ καὶ κακῶς ἐποίησεν εὕρωσι τὰ χείρω νικῶντα: ὅταν δὲ τὰ τῶν εὐεργεσιῶν ἔμπροσθεν , καὶ τοῖς φανερῶς ἀδικοῦσιν ἀφεῖσθαι τάττειν τὸν νόμον. εἶτ᾽ ἐν μὲν


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: