previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοῦτον τὸν χρόνον, ἐνταῦθ᾽ ὁπλίτευσον, προβαλοῦ τὴν ἀσπίδα ἀπὸ τῆς νεὼς, εἰ δ᾽ οἷόν τε καὶ ἐξ αὐτῆς τῆς θαλάττης ὑπὲρ τοῦ ῥοθίου φέρε. ταῦτα ἐδίδασκε Θεμιστοκλῆς, καὶ τοῦτο ἠδύνατο αὐτῷ τὸ εἰς τὰς τριήρεις μεταστῆσαι τὴν πόλιν: διὰ ταῦτα κενὴν ἀνθρώπων ἠξίωσε τὴν χώραν πρότερον ποιῆσαι ληφθέντα τινα ἐν αὐτῇ δουλεῦσαι. τούτων οὐ γεγόνασι λογισμοὶ καλλίους οὐδὲ πράγματα ἐντιμότερα, οὐδὲ μᾶλλον ὁμοῦ σύνεσιν καὶ [p. 276]μεγαλοψυχίαν καὶ ἀνδρείαν ἔχοντα: ἐπεὶ ὅτι γε οὐ καθάπαξ αὐτοὺς ἠξίου τῆς πόλεως ὑπεριδεῖν οὐδὲ κύκλῳ φεύγειν ἐπὶ τῶν τριήρων, ἀλλὰ τοῖς παροῦσι καιροῖς ταῦτα συμφέρειν ὑπελάμβανε, καὶ στρατοπέδῳ τῇ Σαλαμῖνι χρησάμενος τὸν αὐτὸν τρόπον ὅνπερ οἱ πρότεροι τῷ Μαραθῶνι πάλιν τῶν ἐξ ἀρχῆς ἐμέμνητο, ἔδειξεν οὐκ εἰς μακράν. ἀπελθόντων γὰρ τῶν βαρβάρων, εἴς τε τὴν πόλιν ἦγεν εὐθὺς αὐτοὺς ἄνω καὶ συνῴκιζε κατὰ τὰ πρότερα, καὶ μείζω γε τὸν περίβολον, ὥς φασιν οἱ ἐξηγηταὶ, ἐξήγαγε πανταχῆ, τειχίσαι τε δεῆσαν μόνος ἐξ ἁπάντων εὗρεν ὅπως δυνήσονται. πῶς οὖν αὐτοὺς φεύγειν εἴθισεν, κατὰ ποίαν τύχην, ὅς γε ἐν μὲν τοῖς ἐσχάτοις κινδύνοις ὄντας αὐτοὺς διώκειν, οὐ φεύγειν εἴθισε, νικήσαντας δὲ καὶ τὰ μέγιστα [p. 277] εὖ πράττοντας καὶ παρὸν ἥντινα βούλονται χώραν καὶ πόλιν αὐτοὺς λαβεῖν, εἰς τἀρχαῖα ἐπανῆγε, καὶ οὐκ εἴα τῶν ὑπαρχόντων ἀμνημονεῖν; πρὸς Διὸς, Πλάτων, εἰ δὲ δὴ σοῦ τις λαβόμενος κατηγόρει λέγων ὅσα διέπλεις ἐν ὁλκάσι τὴν θάλατταν καὶ πλάνην ὁπόσην πεπλάνησαι περὶ τὴν χάρυβδιν, ὁμοῦ τοῖς ναύταις ἐσκηνωμένος καὶ δεόμενος τῆς κώπης καὶ τοῦ τροπωτῆρος, καὶ ταῦθ᾽ οὕτω δυσχεραίνων τὰ ναυτικὰ καὶ τοῖς ὁπλίταις προσκείμενος, ἆρ᾽ οὐκ ἐκεῖνο μὲν οὐκ ἔμελλες ἐρεῖν, ἅτε ὢν μουσικὸς καὶ πάλαι κατεγνωκὼς τοῦ ῥήματος, τὸ ποῖον δὴ λέγω,


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: