previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἄλλου κριθέντος μὴ εἶναι τούτῳ πλείονος ἀξίῳ δόξαι πῶς οὐ τοιοῦτόν ἐστιν; ἀλλ᾽ ὥσπερ Ὅμηρος ἐπαινεῖ λέγων
πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγ᾽ ἀμείνων:
καὶ πάλιν
ἀνδρῶν αὖ μέγ᾽ ἄριστος ἔην Τελαμώνιος Αἴας,
ὄφρ᾽ Ἀχιλεὺς μήνιεν: γὰρ πολὺ φέρτερος ἦεν.
καὶ ἑτέρωθι
θηρσὶν ὀρεσκῴοισι, καὶ ἐκπάγλως ἀπόλεσσαν:
οὕτως καὶ ἡμᾶς εἰκός ἐστιν ἔχειν πρὸς τοὺς ἐπαίνους, πρεσβεύειν μὲν ὃν ἂν βουλώμεθα καὶ ὃν ἂν δίκαιον, μὴ διασύρειν δὲ οὓς οὐκ ἄξιον, μηδὲ νομίζειν τὴν πρὸς [p. 380] τοὺς ἑτέρους ἀπέχθειαν ἀφορμὴν τῆς πρὸς τοὺς ἑτέρους πίστεως εἶναι, ἀλλ᾽ ἡγεῖσθαι παραπλήσιον νῦν ἡμᾶς ποιεῖν, ὥσπερ ἂν εἴ τις ἐν συμποσίῳ φίλων κοινῶν μαχομένων συστασιάζειν μὲν μηδετέροις ἀξιοίη, μηδ᾽ οὓς ἀδικεῖσθαι νομίζοι, πραΰνειν δ᾽ ἐπιχειροίη τοὺς ὑπάρξαντας καὶ διαλλάττειν εἰς τὸ δυνατόν. εἰ γὰρ τοῦ Πλάτωνα κακόν τι λέγειν ἀφέμενοι τοῖς ἀνδράσι τὰ πρέποντα ἀπεδώκαμεν, οὐκ ἀδικοῦμεν οἶμαι. ταῦτα γὰρ καὶ πολιτικὰ καὶ ἀνθρώπινα καὶ θεοῖς ἀρέσκοντα ἐκ τοῦ παντὸς χρόνου. δεῖ γὰρ καὶ τραγῳδίαν, Πλάτων, ἐπίστασθαι ἐπαινέσαι καὶ κωμῳδίαν γε προσήκει καὶ διθύραμβον καὶ χοροὺς, οὐδ᾽ ἂν γε Ἀπόλλων ἱστάναι χοροὺς προσέταττεν, εἰ πάντη φαῦλον ἦν, οὐδέ γε, τούτου μεῖζόν ἐστι, τὸν ἀποκτείναντα Ἀρχίλοχον, ὃς τὸ πάντων ἔξοχον καὶ δυσχερέστερον εἶδος τῆς ποιήσεως μετεχειρίζετο, τοὺς ἰάμβους, ἐξεῖργεν ἂν τοῦ νεὼ, φάσκων οὐκ εἶναι καθαρὸν, καὶ ταῦτ᾽ ἐν πολέμῳ τοῦ φόνου συμβάντος. ἀλλ᾽ ὅμως ἐτίμησε τὸν Ἀρχίλοχον καὶ Μουσάων γε θεράποντα προσεῖπεν, ἀλλ᾽ οὐκ ἀνθρώπων διάκονον οὐδενός. οὐ τοίνυν οὐδ᾽ Ἀρχίλοχος περὶ τὰς βλασφημίας οὕτω διατρίβων τοὺς ἀρίστους τῶν Ἑλλήνων καὶ τοὺς ἐνδοξοτάτους ἔλεγε κακῶς, ἀλλὰ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: