previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μοχθηρίᾳ κατ᾽ ἐκείνου χρώμενοι. Θεμιστοκλῆς δὲ τῶν μὲν τὴν ἐπιβουλὴν, τῶν δὲ τὴν προπέτειαν ἐφόδιον λαβὼν, σοφισάμενος ὥσπερ εἰώθει τὸν βασιλέα, τῆς καθόδου μὲν ἀπεστερήθη, αὑτῷ δὲ ἀρκῶν ἔδειξε πρὸς ἅπασαν τύχην.

καὶ τὰ μὲν δὴ Θεμιστοκλέους καὶ Κίμωνος ταῦτα. Περικλέα δὲ καὶ Μιλτιάδην μὲν δῆμος οὐδὲν οὔτε μεῖζον οὔτ᾽ ἔλαττον ἔδρασε κακὸν, δικασταὶ δ᾽ ἑκατέρῳ καθήμενοι χρήμασιν ἐζημίωσαν πολλοστὸν δή που μέρος ὄντες τῶν πάντων Ἀθηναίων. πάλιν τοίνυν καὶ τούτων οὕτω συμβάντων Περικλέα μὲν δῆμος ἅπας οὐδ᾽ ὁτιοῦν ἧττον στρατηγὸν εἵλοντο, καὶ πάντ᾽ ἐπέτρεψαν, ὡς αὐτὸς μάρτυς δηλοῖ ὅνπερ ἀρτίως περὶ αὐτοῦ παρειχόμεθα: Μιλτιάδης δ᾽ ἔφθη τελευτήσας, οὐ τῶν δικαστῶν θάνατον καταγνόντων αὐτοῦ, οὐδ᾽ ὡς σὺ φῂς κἂν εἰς τὸ βάραθρον ἐμπεσὼν, εἰ μὴ διὰ τὸν πρύτανιν, ἀλλὰ τοῦ τραύματος αὐτῷ σφακελίσαντος. καὶ τούτων πολλοὶ, μᾶλλον δ᾽ ἅπαντες μάρτυρες. δῆλον τοίνυν ἐστὶν ἐξ ὧν τῷ Περικλεῖ [p. 319] διηλλάγησαν καὶ τὴν πόλιν καθάπαξ ἐπέτρεψαν μετὰ τὴν τῆς κλοπῆς, ὡς σὺ φῂς, καταδίκην, ὅτι κἂν πρὸς τὸν Μιλτιάδην αὐτὸ τοῦτ᾽ ἐποίησαν, εἰ μὴ τὰ τῆς τύχης ἐκώλυσεν. ἐν οἷς τοίνυν καιροῖς τοῦ Περικλέους κατεψηφίσαντο οἱ καταψηφισάμενοι σκέψαι, ἐπειδὴ καὶ ἔφης ὅτι ἐπὶ τελευτῇ τοῦ βίου τοῦ Περικλέους κατέγνωσαν κλοπήν. ἐκεῖνος γὰρ ἕως μὲν εἰρήνην πόλις ἦγεν, οὐδεμίαν οὔτε μείζω οὔτ᾽ ἐλάττῳ παρ᾽ αὐτοῖς αἰτίαν ἔσχεν, ἀλλ᾽ ἐξ ἴσου τοῖς θεοῖς ἐθαυμάζετο: καὶ ἔτι πρότερον στρατιὰς πολλὰς ἐξαγαγὼν Ἀθηναίων ἐπὶ τοὺς οὐκ ἐθέλοντας τοῖς δικαίοις ἐμμένειν, οὐκ ἄμεμπτος μόνον, ἀλλὰ καὶ πολλῷ τινι


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: