previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πεπρᾶχθαι, πότεροι βελτίονι καὶ δικαιοτέρῳ πράγματι τὴν ἀρχὴν ἐπέθεντο ἡμῶν; πότερον τὸν τύραννον παιδεύειν ἀξιῶν καὶ πλέων ἔξω τῆς πατρίδος τοσοῦτον, οἱ τοῖς πολίταις τοῖς ἑαυτῶν τὰ βέλτιστα ἐθελήσαντες συμβουλεῦσαι, καὶ τούτοις ἐκ τῶν δυνατῶν ἀμείνω τὰ πράγματα ποιεῖν; τί φῂς, Πλάτων, πρὸς ταῦτ᾽, ἐροῦσι, καὶ ὅτε γε καθάπαξ οὐκ ἐκρατήσαμεν, πότεροι μᾶλλον τῆς γνώμης τῆς ἐξ ἀρχῆς ἐφικόμεθα; καὶ πότεροι πλέον προὐβιβάσαμεν; πότερ᾽ ἡμεῖς βελτίους Ἀθηναίους ἀπεφήναμεν, σὺ τοὺς τυράννους; καὶ μὴν ἐκείνοις μὲν πλὴν ἴσως ὀλίγων ἅπανθ᾽ ἡμάρτηται, τοῖς δὲ μεθ᾽ ἡμῶν ἅπαντα κάλλιον πλὴν ὀλίγων κατὰ πάντας ἀνθρώπους πεποίηται. τοσοῦτον ἡμεῖς ἀμείνους τοὺς ἡμῖν χρωμένους ἀπεδείξαμεν σὺ τοὺς σοί. εἰ δ᾽ ἐρεῖς ὅτι βελτίους οὗτοι τὴν φύσιν, καὶ ταύτῃ φρονιμωτέρους ἡμᾶς ἀποδεικνύεις, εἴ τινας ἐν τούτοις ἔσχομεν ἐλπίδας, οὐχ ὥσπερ σὺ τοῦ παντὸς διήμαρτες, ἐκείνοις διαλέγεσθαι προὔργου τι δόξας εἶναι. ἔπειτα ὥσπερ ἐν οἷς βελτίους ἑτέρων γεγόνασι τὴν φύσιν αἰτιᾷ, οὕτως εἴ τι καὶ προπετέστερον εἰργάσθαι σοι δοκοῦσι, τῆς φύσεως αὐτὸ θὲς τῆς αὐτῆς καὶ μὴ [p. 304]λάμβαν᾽ ἐφ᾽ ἡμᾶς, μηδ᾽ μὲν ἡμῶν ἡγουμένων κατέπραξαν, ἀποστέρει τοὺς συμβουλεύσαντας καὶ τοὺς συγκατεργασαμένους ἡμᾶς τῷ δοκεῖν τὰ βέλτιστα παραινέσαι, δ᾽ ἐπὶ σφῶν αὐτῶν ἐξήμαρτον εἰς ἡμᾶς, ταῦθ᾽ ὡς ἡμεῖς ἀδικοῦμεν λέγε. ἐκείνων μὲν γὰρ καὶ ἡμεῖς αἴτιοι τὸ μέρος, τούτων δὲ οὐδὲ μικρόν. ἀλλὰ ταῦθ᾽, ὡς ἔφη Σοφοκλῆς, πεπονθότ᾽ ἐστὶ μᾶλλον δεδρακότα. καὶ μὴν εἴ γε τὸ προσκροῦσαι καὶ χρήσασθαί τινι συμφορᾷ κακίας ἔλεγχός ἐστι καὶ μέμψιν δικαίαν ἔχει τῷ πεπονθότι, σκόπει πρὸς τὰ ἡμέτερα καὶ τὰ σαυτοῦ. ποῖ᾽ ἄττ᾽ ἀπέλαυσας τῶν τυράννων οὓς παιδεύειν προῃροῦ; μὴ ἄρ᾽ οὐ Πολυκράτης τὴν


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: