previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἰπεῖν ἐθέλειν μᾶλλον ταῦτα ἄπρακτα αὑτοῖς εἶναι. οὕτως οὐ μόνον τὰς ἐλπίδας ὅσοι γε καὶ τὰ μήκιστα ἤλπισαν αὐτῶν, ἀλλὰ καὶ τὰς εὐχὰς τῶν πλείστων ὑπερεβάλετο καὶ ἔγωγε ἡδέως ἂν, εἴ πως ἐνῆν, ἠρόμην Πλάτωνα, πρὸς θεῶν τῶν Ἑλληνίων, τί χρῆν ποιεῖν τὸν Θεμιστοκλέα κατ᾽ ἐκείνους τοὺς χρόνους, τί λέγειν κάλλιον ὧν εἶπεν; τί γράφειν βέλτιον ὧν ἔγραψεν; τίνα ὁδὸν τῶν πραγμάτων ἐλθεῖν; ποίαν ἡγήσασθαι τοῖς Ἀθηναίοις; τίσι κρείττοσι χρήσασθαι λογισμοῖς; εἰπὲ γὰρ πρὸς θεῶν, εἰ δὲ μὴ, ἄλλος τις κληρονομείτω τοῦ λόγου, λεγέτω, δεικνύτω τί χρῆν πράττειν τὸν Θεμιστοκλέα τότε καὶ πῶς χρήσασθαι τοῖς παροῦσι. πότερ᾽ εἰς τὴν πνύκα συλλέξαντ᾽ Ἀθηναίους περὶ τῶν ἰδεῶν αὐτοῖς διαλέγεσθαι καὶ διδάσκειν τί αὐτοδίκαιον καὶ τί αὐτοκαλὸν, καὶ τί τὸ ὂν μὲν ἀεὶ, γένεσιν δὲ οὐκ ἔχον; ταχέως μέντἂν αὐτοὺς καὶ γένεσις καὶ τὸ εἶναι καὶ πάντα ἐπέλιπεν. ἀλλ᾽ ὅθεν ἀνδρεία τὸ πρῶτον ἐκλήθη καὶ ὅθεν δειλία ζητεῖν, καὶ πότερον ῥεῖ τὰ πάντα οὔ; ἔγνωσαν μέντἂν κακῶς ῥέοντα τὰ πάντα αὐτοῖς. ἀλλὰ τί μὴν ὅλως ἔδει λέγειν ποιεῖν; τρίτον γὰρ ἤδη τὸ ἐρώτημα ὥσπερ σύνθημα περιήκει. πόθεν ἐξετάσομεν τὸν Θεμιστοκλέα πότερον τῷ ὄντι [p. 245]σύμβουλος καὶ προστάτης καὶ ἡγεμὼν ἦν, τί καὶ ἄλλο πρέπον ἀκοῦσαι; καὶ μὴν δεῖ γε δυοῖν θάτερον, τὰ πραχθέντα ὑπ᾽ αὐτοῦ μέμψασθαί τινα ἔχειν, δεῖξαι τί δέον πρᾶξαι παρέλιπε, τὸ ῥᾷον καὶ ἥδιον ἀντὶ τοῦ καλοῦ προελόμενος. καίτοι τήν γε ὕστερον τῶν πραγμάτων σοφίαν καὶ τοὺς ἐπὶ τῆς ἀδείας ἐλέγχους οὐδὲν ἔχειν φασὶ λαμπρὸν


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: